no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 33182.
Each record below describes this same ancient text from a different angle.
ἔγνων παρὰ τῆς δούλης ὑμῶν, τῆς γυναικός μου, ὡς ὁ θεοφιλέστατος κοινὸς δεσπότης, ὁ πατὴρ ἡμῶν, ὀλίγον ἀηδίζεται καὶ ἐφρόντισα οὐ μετρίως ὥστʼ ἐμὲ ἀναγκασθῆναι πέμψαι τὸν γραμματηφόρον πρὸς τὴν ὑμετέραν ἀδελφικὴν εὐλάβειαν, ἱνα διʼ αὐτοῦ σημᾶναί μοι περὶ τῆς ὑγιείας αὐτοῦ, ἧς οὐδέν μοι τιμιότερον, παρακαλῶ οὖν αὐτὴν πρὸ πάντων κατεφιλῆσαι τοὺς τιμίους αὐτοῦ πόδας ἐξ ἐμοῦ, ἔπειτα, ὡς προεῖπον, διὰ τοῦ γραμματηφόρου σημᾶναί μοι τὴν ὑγιείαν αὐτοῦ. παρακαλῶ δὲ ὑμᾶς συγνώμην μοι δοῦναι ἐφʼ οἷς μέχρι νῦν οὐκ Ἰσίδωρον πέμψαι ὑμῖν προσενόησα οἶδεν γὰρ ὁ Θε γραμματηφόρος κολύμβῳ καὶ πηλοτάτῳ Νεις παραγγεῖλον οὖν ἐξενεγκεῖν πακτονᾶριν ἵνα πέμψω ὑμῖν ἐγὼ Φοιβάμμων ὁ ἐλάχιστος δοῦλος προσκυνῶ καὶ ἀσπάζομαι τὴν ὑμετέραν ἀδελφικὴν θεοφιλότητα καὶ παρακαλῶ αὐτὴν προ ὁσιοτάτου ἡμῶν πατρὸς προσκυνῶ ην τὸν πάτερα μου · ἐπειδὴ δὲ ἡ κοινῶς καὶ οὐκ ὀλίγον καὶ σφόδρα ἐταράχθη ἀναγνώσεως τῶν ἐλαχίστων μοῦ γραμμάτων ἀναπαύσωμαι φροντίδος, ἐπειδὴ ὡς αμω ἔρρωσθε ἐν κυρίῳ δεσπότῃ τῷ ἐμῷ τὰ πάντα θεοφιλεστάτῳ ἀδελφῷ Ἐμουθίῳ μονάζοντι ΦοιβάμμωνοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.