no image
DDbDP-text
Demas (?) to Agathodaemon via HGV-meta
Linked by Trismegistos ID
TM 25949.
Each record below describes this same ancient text from a different angle.
Δημᾶς Ἀγαθῷ Δαίμωνι τῷ ἀδελφῷ χαίρειν. πρὸ τῶν ὅλων ἐρρῶσθαί σε εὔχομαι. ὡς καὶ κατʼ ὄψιν σε ᾔτησα, καὶ νῦν σοι γράφω ἐπισχεῖν τοῖς ἔργοις τοῖς ἐν ἀ γρῷ ἵνα μὴ ἀμεληθῇ καὶ ἐάνκἄν τι ᾖἠν ἀμε λούμενον, δήλωσον τῷ καθηγη τῇ. ἔγραψα δὲ αὐτῷ ἵνα τὸ τῶν κενωμάτων τὸ πρὸς Ἡρακλῆν ἀπαρ τίσῃ μετὰ σῆς γνώμης. ἀσφα λισάσθω οὖν αὐτὸν ὡς ὑπέσχου μοι, ἵνα ἐλθὼν εἰς τὸν καιρὸν ἀποκριθῇ ἡμῖνἡμεῖν καὶ μὴ χείρων τοῦ πέρυσι γένηται. ἄσπασαι Χελεραν καὶ ἔντειλαι αὐ τῷ περὶ τῶν χλωρῶν τοῦ ἕλους. ἄσ πασαι Δημήτριον τὸν φύλακα καὶ τὰ παιδία αὐτοῦ. ἔρρωσο ἄδελφε. Ἀγαθῷ Δαίμωνι φίλωι. ἀπὸ Δημᾶ φίλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.