no image
DDbDP-text
Letter of a Centurio Princeps via HGV-meta
Linked by Trismegistos ID
TM 21830.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μου ἀδελφῷ Ἡρᾷ Ἀμμώνιος ἑκατόνταρχος χαίρειν. Φ ὁ ἀποδιδούς σοι τὰ παρʼ ἐμοῦ γράμματα γεωργός μου τυγχάνει. φησὶν προβεβλῆσθαι εἰς λειτουργίαν τῆς κώμης Δωσιθέου, τουτέστιν εἰς ἀπαίτησιν στιχαρίων καὶ παλλίων, μηδέπω δὲ ἐγκεχειρίσθαι τὴν ἀπαί τησιν. σπούδασον τοίνυν, ἄδελφε, τοῦτον ῥύσασθαι τοῦ λειτουργήματος, ἔτι δὲ καὶ δεξιῶς αὐτῷ προσσχεῖνπροσχεῖν τὰ μεγάλα μοι χαριζόμενος ἐν τούτῳ, ἀλλὰ μὴν καὶ τοῦ λοιποῦ μὴ ἐπι τρέπειν τοῖς ἀπὸ τῆς κώμης ἀδικῆσαι αὐτὸν ἐν τοῖς ἄλλοις μηδʼ εἰς ἑτέρας λειτουργίας προ βάλλεσθαι, ἀλλʼ ἵνα μοι μαρτυρήσῃ τὰ ὑπὸ τῆς ἀγαθῆς σου προαιρέσεως αὐτῷ ὑπαρχθέντα. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριε ἄδελφεμελφε. κυρίῳ μου ἀδελφῷ Ἡρᾷ Ἀμμώνιος πρίγκιψ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.