no image
DDbDP-text
Letter from Theonas via HGV-meta
Linked by Trismegistos ID
TM 32726.
Each record below describes this same ancient text from a different angle.
κυρίῳ μου ἀδελφῷ Τιμοθέῳ Θεωνᾶς πολλά σε προσαγορεύω. πρό γε πάντων εὔχο μαι τοῖς θεοῖς τὰ ἐν βίῳ κάλλιστά σοι ὑπαρχθῆναι. καλῶς ποιήσειςποιήσις, κύριε, περὶ πολλοῦ σοι γενέσθαι Πα σίωνι τῷ ἀναδιδοῦντί σοι ταῦτά μου τὰ γράμματα φίλῳ ἡμῶν συνωνήσασθαι ταπήτια κάλλιστα ἀφʼ ὧν οἶδες ὅτι κάλλι στα ἔχουσιν. ἐπέστειλάἐπέστιλά σοι οὖν, φίλτατεφίλταται, εἰδὼς ὅτι οὐκ ὀκνήσειςὀκνήσις ἐν οἷς σοι ἐπιστέλλω. μόνον τοῦτο μαρτυρήσῃμαρτυρήσι τὰ τῆς προαιρέσεως ἕως ἐμοῦ ίσοντι. ἐὰν δὲ δέηται ἐπιξενωθῆναι αὐτὸν ὑποδέξαιὑποδέξε. ἄσπασαι πολλὰ καὶ τὰ αὐτοῦ τέκνα καὶ τὴν ἀδελφὴν ρσιν, ἄσπασαι πολλὰ Παλλάδα τὴν ἀ δελφὴν Ἀλεξάνδρας. ἀσπάζεται ὑμᾶς πολλὰ Ἀλεξάνδρα καὶ Σοφία. ἄσπασαιἄσπασε πολλὰ τοὺς ὑμῶν πάντας κατʼ ὄνομα. πέμψον αὐτὸν πρὸς Νέπωτα τὸν ταπητάριον ἵνʼ αὐτὸς συνσκυλῇ μετὰ σοῦ. μόνον μὴ ὀκνήσῃς, κύριέ μου ἄδελφε. ἔρρωσό μοι, κύριε, πολλοῖς χρόνοις εὖ πράτ τονταπρατυτοντα διὰ βίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.