no image
DDbDP-text
Letter of Amyntas via HGV-meta
Linked by Trismegistos ID
TM 32837.
Each record below describes this same ancient text from a different angle.
τῷ ποθεινοτάτῳ μου ἀδελφῷ Σερᾷ Ἀμύντας χαίρειν. εὔκαιρον καὶ νῦν δεξάμενος ἀφορ μὴν τοῦ γεινομένου πρὸς σὲ ἀναγκαῖ ον ἐνόμισα προσειπεῖν σε, ὁμοῦ τῇ θείᾳ τοῦ θεοῦ προνοίᾳ εὐχόμενος ἀεὶ διαφυλάξαι σε ἡμῖν. κόμισαι διὰ τοῦ ἀναδιδοῦντός σοι ταῦτά μου τὰ γράμματα τὴν διφθέραν τῶν μεμβρανῶν ἐν τετραδίοις εἰκοσιπέντε τιμῆς ἀργυρίου ταλάντων ιδ , καὶ εἰ χρεία ἐστὶν ἐκ τὸς τούτων ἀπʼ ἐκείνων λαβεῖν με, ἀντίγραψον καὶ λαμβάνω. ἴσθι δὲ καὶ αὐ τῶν, εἰ βούλει, τὴν τιμὴν τάλαντα ϛ εἶναι, ὅτι δὲ καὶ αὐτὸς ἀπὸ τοῦ δικαστηρίου ηὐθύμησα ἵνα ἐκεῖνα τὰ ὀλίγα ἐπιταγίδια ἀποστείλω. κόμισαι διὰ Ἀπῖ τὸ στιχάριν καὶ τὸ μαφόρ τιν καὶ εὐθέως κναφήτω, ἔχει δὲ καὶ Ἀφύγγιος ὁ κναφεὺς τὸ ἄλλο μαφόρτιν. προσαγόρευε Ἀμμώνιον καὶ τὰς ἀδελφάς. πολλά σε ἀσπάζεται Αὐρήλιος καὶ τὸν κύριόν μου ἀδελφὸν Ἑρμεῖνον καὶ Λέοντα καὶ τοὺς ἡμῶν πάντας ἐν εἰρήνῃ. ἐρρωμένῳ σοι καὶ εὐθυ μοῦντι ἐν κυρίῳ θεῷ α δὸς τῷ ἀδελφῷ μου Σερᾷ παρὰ Ἀμύντα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.