no image
DDbDP-text
Proceedings before the Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 15280.
Each record below describes this same ancient text from a different angle.
Τῦβι δ, ἐν τῷ Ἁδριανίῳ. ἐπὶ παρόντων Σερήνου καὶ Πετρωνίου καὶ Χωοῦ καὶ Ὡρίωνος ἀπὸ εἰρηναρχῶν τῶν πάντων καὶ Τιθοοῦς καὶ Σαραπᾷ ὑπηρετῶν καὶ Εὐαγγέλου παρέδρου, Δίδυμος εἶπεν· ἀνήνεγκα ἐπὶ τὸν κύριόν μου τὸν διασημότατον ἔπαρχον τῆς Αἰγύπτου Φλάουϊον Μαγνιλιανὸν περὶ ἡμετέρων πραγμάτων καὶ ἔσωσέ μοι τὰ δίκαια ἀπέλαβον οὖν τὰ ἡμέτερα. ὁ λογιστὴς εἶπεν· ἀνάγνωθι τί προσέταξεν ὁ κύριός μου ὁ διασημότατος ἔπαρχος τῆς Αἰγύπτου Φλάουϊος Μαγνιλιανός. καὶ ἀνεγνώσθη οὕτως· Φλάουϊος Μαγνιλιανὸς λογιστῇ Ὀξυρυγχίτου χαίρειν. ἀφαίρεσιν ὑπομεμενηκέναι διαφερόντωνδιαφαιροντων ἑαυτῷ εἰδῶν ὑπό τινων Δίδυμος λίβελλον ἐπιδοὺς τῇ ἐμῇ οὗ τὸ ἀντίγραφον τούτοις μου τοῖς γράμμασιν ὑποταγῆναι προσέταξα ι νῦν ηξοστσιν τουου σιν φρόντισον ω παρασχεῖν εἰ τὰς ἀποδείξειςἀποδείξις τῆς γεγενημένης ὑπον πρὸ δίκης ἀφαιρέσεως παράσχοι. ἔρρωσο. μετὰ τὴν ἀνάγνωσιν ὁ λογιστὴς εἶπεν· τί λέγουσι οἱ παρόντες ἄγροικοι Σερῆνος καὶ Πετρώνιοςπετρος καὶ Χωοῦς καὶ Ὡρίων; ἐπηκούσατε τῆς προστάξεως τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουΐου Μαγνιλιανοῦ καὶ τῶν ὑπὸ Διδύμου κατατεθέντων ἐπὶ τῶν ὑπομνημάτων ὡς εἴη πληρωθεὶς τῶν εἰδῶν αὐτοῦ· κατάθεσθεκαταθεσθαι τοίνυν καὶ ὑμεῖςὑμῖς τί ἐπράξατε ἐπὶ τούτοις· ἢ πέρα ἀπῄτησεν ὑμᾶς ὁ Δίδυμος; οἱ προειρημένοι ἀπεκρίναντο· εἴ τι ἐκρίθημεν ἐν τῷ κυριακῷ, δεδώκαμεν· καὶ ἐπείσθημενἐπίσθημεν πρὸς ἑαυτούς. ὁ λογιστὴς εἶπεν· καὶ ἡ προφορὰ Διδύμου καὶ ἡ τῶν ἀγροίκων ἐμφέρεταιεμφεραται τοῖς ὑπομνήμασιν· τῆς γὰρ προστάξεως τοῦ κυρίου μου διασημοτάτου ἐπάρχου προσταττούσης τὰ ταῖς ἀληθείαις χρεωστού μενα ἀποκατασταθῆναι, τοῦτο γεγένηται κατὰ τὰ προσφωνηθέντα, ὡς εἶπονειπομ, ἐπι ὑπὸ ἀμφοτέρων τῶν μερῶν ἐπὶ ὑπομνημά των.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.