no image
DDbDP-text
Proceedings before the Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 15268.
Each record below describes this same ancient text from a different angle.
ἔτους κ καὶ ι καὶ β , Φαῶφι ε. ἐν τῷ Κορίῳ ἱερῷ. ἐπὶ παρόντων Διονυσοδώρου ὑπηρέτου καὶ Φανίου παρέδρου, Ποιμένιος ῥήτωρ εἶπεν· Χαι ρήμων ἀπὸ τῶν αὐτόθι ἐντυγχάνει. οὐ δικαστήριον εθσυγ κροτεῖν ἦλθον, μὴ τοῦτο νομίσῃς, καὶ ἑξῆς λέγοντος Ἰσχυρίων ῥήτωρ εἶπεν· παρα γράφομαι· πρὸς τίνα λέγει εἰπάτω. Ποιμένιος ῥήτωρ εἶπεν· ὁ κύριός μου διασημότατος ἔπαρχος τῆς Αἰγύπτου Φλάουιος Μάγνος πρὸς τὰ αὐτοτελῶς γενόμενα ὑπομνήματα παρὰ τῇ στρατηγίᾳ βοηθόν σε δέδωκεν. καὶ γὰρ ἐπι στάλματα ἐγένετο παρὰ τοῦ πραιποσίτου πρὸς τοὺς δημοσίους περὶ τοῦ παραδοῦναι τὴν νομήν. ἧττον ἐφρόντισαν πρὸς τοῦτο καὶ ἀνη νέγκαμεν ἐπὶ τὸν κύριόν μου τὸν ἔπαρχον καὶ τερόν σε βοηθὸν ἔσχαμεν καὶ ἀξιοῦμεν τὴν νομὴν παραδο θῆναι. ὁ λογιστὴς εἶπεν· τὶ προσέταξεν ὁ δεσπότης μου διασημότατος ἔπαρχος τῆς Αἰγύπτου Φλάουιος Μάγνος; Ποιμένιος ῥήτωρ εἶπεν ἀνα γ καὶ ἀνεγνώσθη οὕτως· ὁ λογιστὴς τὰ κατὰ νόμους ὁρισθέντα ἐπιτελῆ καταστήσει, ὥστε συνχώρησον ἀναγνῶναι τὰ ὑπομνή ματα ἀφʼ ὧν ἐντελέστερον ει ὅτι οὐδὲν ἕτερον ὑπο λείπεταί μοι ἢ εἰσαχθῆναι εἰς τὴν νομὴν τῶν οἰκοπέδων. κατὰ κυρίαν γὰρ ἀπελείφθησανἀπελίφθησαν οἱ ἀντίδικοι. οὐ παρεληλυ θότεςεληλυθοτες εἰς τὸ δικαστήριον κατὰ κυρίαν, ἀπόφασιν ἐδέξαντο καὶ ἔξωροι γεγόνασι κατὰ τοὺς νόμους. ὁ λογιστὴς εἶπεν· πρὸς τίνα λέγει εἰπάτω. Ποιμένιος ῥήτωρ εἶπεν· κατὰ Ἁράχθου ἀνήνεγκε καὶ ΕὐδαίμονοςΕὐδαίμονα καὶ Φίβιος καὶ τῶν σὺν αὐτοῖς. Ἰσχυρίων ῥήτωρ εἶπεν· μαρτύρομαι ὅτι κατά τινων ἀνήνεγκεν ἐπὶ τὸν κύριόν μου τὸν ἔπαρχον καὶ καθʼκάτʼ ἑτέρων εἰσάγει νῦν. τοῦτο μαρτύριον ἔσται μοι τῆς παραγραφῆς. ὁ λογιστὴς εἶπεν· αὐτὸ τὸ ἐπίσταλμα ὃ ἐπέστειλας τῷ ἀντιδικοῦντί σοι ἀνάγνωθι. καὶ ἀνεγνώσθη· μετὰ τὴν ἀνάγνωσιν Ἰσχυρίων ῥήτωρ εἶπεν· παραγραφὴν ἐπηγ γειλάμηνἐπηγγιλάμην· περὶ ἑτέρων προσώπων τὴν δίκην νῦν εἰσάγει, περί τινων ἀνενεγκὼν ἐπὶ τὸν κύριόν μου τὸν ἔπαρχον. τὴν οὖν παραγραφὴν ἐπηγγειλάμηνἐπηγγιλάμην θαυμαστὴν οὖσαν καὶ ἐννομωτάτην· ὡς οὐδαμῶς δύναται εἰσαγώγιμον ποιεῖν τὸ πρᾶγμα ὁ ἀντίδικος. καὶ ἑξῆς λέγοντος Ποιμένιος ῥήτωρ εἶπεν· μαρτύρομαι τὴν φωνὴν αὐτοῦ ὅτι μὴ δύναται εἰσαγώγιμον εἶναι τὴν δίκην ὅπως ἀξιῶ ἤδη εἰς νομὴν πέμπεσθαι τῶν οἰκοπέδων. ὁ λογιστὴς εἶπεν· ἐπειδὴ ἑσπέραἑσπερας ἐγένετο πρόκριμα οὐδὲν ἔσται τῆς κυρίας μήπω ἐνστάσης. ἐπείπερ μέρος τι τῆς ἐπιούσης κυριακῆς ἱερᾶς ἐπέκυψεν, ὑπερ τεθήσεται μετὰ τὴν κυριακὴν ἡ δίκη μέχρι οὗ ἀμφότερα τὰ μέρη παρέσεται πρὸς δικαιολογίαν. ἐὰν γὰρ δέ τις ἀπολει φθῇ εἴ τι παρίσταται τῇ ἐμῇ μετριότητι ἀποκριθήσομαι. ὑπομνήματα μηνὸς Φαῶφι κ ἔτους ι ἔτους β ἔτους ἐπὶ Λευκαδίου λογιστοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.