no image
DDbDP-text
Property Return via HGV-meta
Linked by Trismegistos ID
TM 15387.
Each record below describes this same ancient text from a different angle.
λαογράφοις Ἰσίου Παγγᾶ παρὰ Αὐρηλίου Ἀνεικήτου Πλουτάρχου ἄρξαντος βοαγείαν βουλευτοῦ τῆς Ὀξυρυγχιτῶν πόλεως. κατὰ τὰ κελευσθέντα ὑπὸ Αὐρηλίου Βασιλέως τοῦ ἡγε μονεύσαντος ἀπογράφομαι πρὸς τὴν τοῦ διελθόντος α ἔτους Μάρκων Ἰουλίων Φιλίππων Καισάρων τῶν κυρίων κατʼ οἰκίαν ἀπογραφὴν τὸ ὑπάρ χον μοι ἐν κώμῃ Ἰσίου Παγγᾶ ἐν τοῖς ἀπὸ ἀπηλιώτου μέρεσι τῆς κώμης ἐπὶ τοποθεσίᾳ α δ πρότερον Βερενεικιανοῦ τοῦ καὶ Σα ἐπικαλουμένου Εὐδαίμονος Διογένους μητρὸς Εὐδαιμονίδος ἀπὸ τῆς αὐτῆς πόλεως καὶ αὐτὸ πρότερον τοῦ πατρὸς καὶ πάππου Ὡρείωνος τοῦ καὶ Βερε νεικιανοῦ τέταρτον μέρος ψιλῶνψειλῶν τόπων ἐν οἷς περισ τερεὼν καὶ ἕτερα χρησ τήρια, καὶ ὀμνύω τὸν Ῥωμαίοις ἔθι μον ὅρκον μὴ ἐψεῦ σθαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Φαρμοῦθι ι. Αὐρήλιος Ἀνείκητος Πλουτάρχου ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον. ἀνεγράφη παρὰ λαογράφοις. κολλημάτων ξθ, ο. κατʼ οἰκίαν ἀπογραφὴ α ἔτους Ἰσίου Παγγᾶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.