no image
DDbDP-text
Registration of Cattle via HGV-meta
Linked by Trismegistos ID
TM 20515.
Each record below describes this same ancient text from a different angle.
Παπίσκωι κοσμητεύσαντι τῆς πόλεως καὶ στρατηγῷ Ὀξυρυγχίτου καὶ Πτολεμαίῳ βασιλικῶι γραμματεῖ καὶ τοῖς γράφουσι τὸν νομὸν παρὰ Ἁρμιύσιος τοῦ Πετο σίριος τοῦ Πετοσίριος μη τρὸς Διδύμης τῆς Διογένους τῶν ἀπὸ κώμης Φθώχιος τῆς πρὸς ἀπηλιώτην τοπαρχίας. ἀπεγραψάμην τῶι ἐνεσ τῶτι ιβ ἔτει Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος περὶ τὴν αὐτὴν Φθῶχιν, ἀπὸ γο νῆς ὧν ἔχω θρεμμάτων ἄρνας δέκα δύο , καὶ νῦν ἀπογράφομαι τοὺς ἐπιγε γονότας εἰς τὴν ἐνεστῶσαν δευτέραν ἀπογραφὴν ἀπὸ γονῆς τῶν αὐτῶν θρεμμά των ἄρνας ἑπτά, γίνονται ἄρνες ἑπτά · καὶ ὀμνύω Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα μὴ ὑπεστάλθαι. εὐτυχεῖτεἔρρωσθε. Ἀπολλώνιος ὁ παρὰ Παπίσκου στρατηγοῦ σεσημείωμαι ἄρνας ζ. ἔτους ιβ Νέρωνος τοῦ κυρίουκυρου, Ἐπεὶφ λ. Ὡρίων ὁ παρὰ Πτολεμαίου βασιλικοῦ γραμματέως σεσημείωμαι ἄρνας ζ. ἔτους ιβ Νέρωνος Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ λ. Ζήνων ὁ παρὰ τῶν τὸν νομὸν γραφόντων σεσημείωμαι ἄρνας ζ. ἔτους ιβ Νέρωνος Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.