no image
DDbDP-text
Authority for Execution of a Debt via HGV-meta
Linked by Trismegistos ID
TM 15381.
Each record below describes this same ancient text from a different angle.
Χρύσερμος ἱερεὺς καὶ ἀρχιδικαστὴς Ὀξυρυγχείτου στρατηγῷ χαίρειν. τοῦ δεδομένου ὑπομνήματος ἀντίγραφον μεταδοθήτω ὡς ὑπόκειται. ἔρρωσο. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ vestiges Χρυσέρμῳ γενομένῳ ἱερεῖ Ἀλεξάνδρου κτίσ του τῆς πόλεως καὶ τῶν ἡλικιῶν ἱερεῖ ἀρχι δικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρημα τιστῶν καὶ τῶν ἄλλων κριτηρίων παρὰ Εὐδαίμονος νεωτέρου τοῦ Πετ ύριοςπετυριος τοῦ καὶ Ἀπολλωνίου τῶν ἀπὸ Ὀξυ ρύγχων πόλεως. ὀφειλομένων μοι ὑ πὸ Ἀπολλωνίου τοῦ Σαραπίωνος τοῦ Ἀπολλωνίου μητρὸς Διδύμης ἀπὸ τῆς αὐτῆς Ὀξυρύγχων πόλεως κατʼ ἔνγρα πτον ἀσφάλειαν γεγονυῖαν τῷ τρίτῳ ἔ τει Ἁδριανοῦ τοῦ κυρίου μηνὶ Νέῳ Σεβασ τῷ ἀργυρίου δραχμῶν τριακοσίων ὀκτὼ κεφαλαίου, ὧν τὴν ἀπόδοσιν ὡμο λόγησεν ποιήσασθαι τῇ τριακάδι τοῦ Τῦβι τοῦ αὐτοῦ ἔτους ἢ ἐκτείσεινἐκτείσιν τῆς ὑπερχρο νίας τόκους δραχμιαίους, καὶ τῆς ἀποδό σεως μὴ γεγονυίας ἀξιῶ συντάξαι γρά ψαι τῷ Ὀξυρυγχείτου στρατηγῶι μεταδοῦναι αὐτῷ τούτου ἀντίγραφον, ὅπως ἀποδῷ μοι τὸ προκείμενον κεφά λαιον καὶ τοὺς τῆς ὑπερχρονίας τόκους ἢ εἰδῇ ποιησόμενόν με τὴν πρᾶξιν ὡς καθήκει ἐξ ὑπαρχόντων αὐτοῦ, διαπεσταλμα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.