no image
DDbDP-text
Sworn Declaration of Ἀπαρχή via HGV-meta
Linked by Trismegistos ID
TM 15636.
Each record below describes this same ancient text from a different angle.
τῇ κρατίστῃ βουλῇ Ἀντινοέων νέων Ἑλλήνων τῆς λαμπρᾶς πόλεως Μᾶρκος Αὐρήλιος Βησάμμων Σερήνου δημσμλω ὡς ἐτῶν λζ οἰκῶν ἐν τῷ γ γράμματι πλινθείῳ ι καὶ ἡ γυνὴ Αὐρηλία Πετρωνία ὡς ἐτῶν κζ θυγάτηρ Εὐδαίμονος Πες Παυλεινίου τοῦ καὶ χωρὶς κυρίου χρηματίζουσα δικαίῳ τέκνων κατὰ τὰ Ῥωμαίων ἔθη ὀμνύομεν τὴν τῶν κυρίων ἡμῶν Τίτου Φουλβίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλβίου Ἰουνίου Κυιήτου ΣεβαστῶνΣεβαστο͂ν τύχην καὶ θεὸν μέγιστον Ὀσειραντίνοον τάσσεσθαι ἀπαρχὴν τῶν γενομένων ἡμῖν ἐξ ἀλλήλων διδυμαγενῶν παίδων Μάρκων Αὐρηλίων Αἰμιλιανοῦ καὶ Εὐδαίμονος ἡμερῶν κε παρεχόμενοι γνωστῆρας τοὺς ἑξῆς ὑπογράφοντας. ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φουλβίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλβίου Ἰουνίου Κυιήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν, Θὼθ κ. Αὐρήλιος Βησάμμων τέταγμαιτεταμαι τὴν ἀπαρχὴν τῶν υἱῶν μου ὡς πρόκιται. Αὐρηλία Πετρωνία τέταγμαιτεταμαι τὴν ἀπαρχὴν τῶν υἱῶν μου ὡς πρόκιται. Αὐρήλιος Σαρα πάμμων Ἀμμωναρίου Σαβίνιος ὁ καὶ Ἁρμονιεὺς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μη εἰδυίης. Αὐρήλιος Σαραπάμμων Ἀμμωνίου Νερουιάνιος ὁ καὶ Γενεάρχιος παῖδας Αὐρηλίους Αἰμιλιανὸν καὶ Εὐδαίμονα ἡμερῶν κε ὡς πρόκιται. Αὐρήλιος Σαρα Παυλίνιος ὁ καὶ Ὁμόγνιος παῖδας Αὐρηλίους ΑἰμιλιανὸνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.