no image
DDbDP-text
Petition via HGV-meta
Linked by Trismegistos ID
TM 15629.
Each record below describes this same ancient text from a different angle.
την ρ νος λῃστρικῷ τρόπῳ διορύ ξαντές τινες τὸ ἐν τῇ δημο σίᾳ ῥύμῃ τεῖχος τῆς αὐλῆς καὶ εἰσελθόντεςεισελθοντας ἀπήλασάν μου πρόβατα ὀκτώ . ἐπιζητοῦντος δέ μου ταῦτα, εὗρον ἐν τῷ πρὸς τῷ τῶν ἐρημοφυλάκων μαγδώ λῳ ἱερῷεἱερῷ Διοσκούρων τὴν τού των κόπρον ἐν τόπῳ τινὶ κρυ πτῷ τοῦ ἱεροῦ, ἣν ἐπέδειξα τῷ συνελθόντι μοι πρὸς τὴν ἐπι ζήτησιν τῆς κώμης ἀρχεφόδῳ Πλουτίωνι καὶ τοῖς ἐρημοφύλαξι. διὸ ἀξιῶ, ἐὰν φαίνηται, διαλα βεῖν περὶ τοῦ πράγματος ὡς ἄν σοι δόξῃ ἵνʼ ὦ βεβοηθημένος· εὐτύχει. ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ μηνὸς Σεβαστοῦ ε. Μέλας Ἑρμογένους ἐπιδέδωκα. Ἑρμογένης Μέλανος ἔγρα ψα ὑπὲρ τοῦ υἱοῦυἱειοῦ μου μὴ εἰδότος γράμμα τα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.