no image
DDbDP-text
ὑπομνηστικὸν τοῦ κυρίου Στεφάνου παρ’ ἐμοῦ Εὐγενίου νοταρίου ἀδελφοῦ σου ὥστε σε εἰσερχόμενον ἐν Ἀλεξανδρείᾳ κρατῆσαι τὸν στρουθ- τὸν ἐπιθέτην καὶ ἀπαι τῆσαι αὐτὸν σφραγῖδι νόμισμα, τουτέστιν εἴκοσι κεράτια. τοῦτο γὰρ δέδωκα αὐτῷ παρουσίᾳ μαρτύρων καὶ οὐκ ἐποίησέν μοι πιττάκιον, ἀλλὰ τὸν υἱὸν αὐτοῦ εἶπεν διδόναι μοι, ἵνα καὶ μάθω αὐτὸν τὸ σκολάκιον. ἰδοὺ οὖν, μή πως ἀμφι βάλῃ πρὸς σέ, καὶ ἀμεριμνί αν ἰδιόχειρον ἐποίησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.