no image
DDbDP-text
keiner via HGV-meta
Linked by Trismegistos ID
TM 32679.
Each record below describes this same ancient text from a different angle.
ὑπομνηστικὸν Ῥωμανοῦ δουκηναρίου πρὸς τὸν κοντουβερνάλιον Γελάδιον ἀπερχόμενον εἰς τὸν Ἀρσινοείτην· ὥστε ἀναζητήσῃς ἐν τῇ πόλει Κρόνιον κουρέα οἰκοῦντα ἐκεῖσεἐκῖσαι, καὶ ἀπαιτήσῃς αὐτὸν τὸ ἀργύριον τῶν ἀλλοτρίων ἐνεχύ ρων ὑπὲρ ὧν ἔθηκεν καὶ ἔσχεν ἀργυρίωνἀργυρίον μυριάδας ἑβδομήκοντα διὰ τὸ ἐσχη κέναι αὐτὸν ἐν τῇ ΛύκωνΛυκω καὶ φυγῇ ἐχρήσατο· εἰ δὲ ἀντιλέγει περὶ τὴν ἀπόδοσινἀπόδοσειν τοῦ ἀργυρίου παράσχου τὴν χεῖραχιραν τῷ κυρίῳ μου καὶ ἀδελ φῷ πριμικῆρι τῆς οὐιξιλλατίωνος καὶ σιδηρῶσαι αὐτὸν καὶ παραδώσῃ σοι αυ τον διὰ τὸ καὶ ἐνταῦθα εὑρέθη πωλήσας καμήλια κλεψιμαῖακλεψιμε͂α, καὶ ἐνταῦθα κατέ χεται ἡ γυνή. ἀλλʼἀλʼ ὅρα μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. ὑπομνηστικὸν Ῥωμανοῦ δουκηναρίου πρὸς Γελάδιον κοντουβερνάλιονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.