no image
DDbDP-text
Freight Contract via HGV-meta
Linked by Trismegistos ID
TM 15989.
Each record below describes this same ancient text from a different angle.
ἐν Ἀντινόου νέων Ἑλλήνων τῇ λαμπρᾷ πόλει. ἐναύλωσεν Αὐρήλιος Διονύσιος Διαδέλφου μητρὸς Θασηοῦτος ἀπὸ Ὀξυρύγχων πόλεως κυβερνήτης πλοίου σκαφοπάκτωνος Διονυσάμμωνος Ἀλεξαν δρέως λινοκαταγωγέως καὶ ὡς χρηματίζει Αὐρηλίοις Διοσκουρίδῃ τῷ καὶ Ἀπολλωνίῳ καὶ Ἰούστῳ Ἀπολλω νίου ἀμφοτέροις ἀρχιερεῦσι βουλευταῖς καὶ τοῖς σὺν ὑμῖν ἐπιμεληταῖς οἴνου τῆς Ὀξυρυγχιτῶν πόλεως ἀννώνης παρεχομένης τοῖςτας ἅμα Οὐλπίῳ Πασίωνι τῷ διασημοτάτῳ ἐπανορθωτῇ Αἰγύπτου γενναιοτάτοιςγεναιοτοιςγενναιοτατς στρατιώταις λεγιῶνος β Τραιανῆς Ἰσχυρᾶς ΟὐαλεριανῶνΟὐαλεριῶν καὶ Γαλλιηνῆς καὶ ἄλλοις τοῖς σὺν αὐτοῖς τὸν δηλούμενον σκαφοπάκτω να πρὸς ἐμβολὴν οἴνου κεραμίων ὀκτακοσίων παρεχομένου τοῖς αὐτοῖς στρατιώταις ἀπὸ ὅρμου νομοῦ Ὀξυρυγχείτου μέχρι ὅρμου Κλεοπάτρας τοῦ μεγάλου Ἑρμοπολείτου νομοῦ ἀκολούθως τοῖς κελευσθεῖσιν ὑπὸ τοῦ διασημοτάτου Οὐλπίου Πασίωνος ναύλου τοῦ συμφωνηθέντος ὡς τῶν ρ κεραμίων ἀργυ ρίου δραχμῶν ὀγδοήκοντα ἑξακοσίων τεσσεράκον τα ἅσπερ αὐτόθι ἠρίθμηται τὴν ἐμβολὴν ἐξηρ τισμένον πάσῃ ἐξαρτίᾳ οὐ νυκτο πλοῶν οὐδὲ χειμῶνος ὄντος ἀλλὰ προσορμίζων φ λαμβάνων ὡς τῶν ἑκατὸν κεραμίων οἴνου κεραμ καὶ παραδώσει τὸν οἶνον σῶον καὶ ἀκακούργητον καὶ λήμψεται ὑπὲρ σπονδῆς οἴνου κεράμιον ἕν . ἡ ναυλωτικὴ κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν Μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Παχὼν κ. Αὐρήλιος Διοσκουρίδης ὁ καὶ Ἀπολλώ νιος νεναύλωμαι καὶ ἐξωδίασα τὸ ναῦλον πλήρη ὡς πρόκειται. Αὐρήλιος Ἰοῦστος ὁ προκείμενος συννεναύλωμαι ὡς πρόκειται.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.