no image
DDbDP-text
Refusal to Accept Appointment as Eutheniarch via HGV-meta
Linked by Trismegistos ID
TM 22241.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Πασίωνι τῷ καὶ Ἀπολλωνίῳ γυμνα σιαρχήσαντι ἐνάρχῳ πρυτάνει βουλευτῇ τῆς Ὀξυρυγχειτῶν πόλεως. παρὰ Σεπτιμίου Εὐδαίμονος γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς πόλεως υἱοῦ Σεπτιμίου Σερήνου ἐξηγητεύσαντος καὶ πρυτανεύ σαντος τῆς αὐτῆς πόλεως. ἐπεὶ παρὰ τὰ γενόμενά μοι ὑπὸ τῆς κρατίστης βουλῆς ψηφίσματα ἐφʼ οἷς πεποίημαι τῆς ἀναδο χῆς τῆς γυμνασιαρχίας ὅροις πρὸς τὰς δυ νάμεις μουμου ὠνόμασάς με σήμερον ἥτις ἔστιν ιϛ ἐν τῇ κρατίστῃ βουλῇ εἰς εὐθηνιαρ χίας ἡμέρας παρʼ αὐτὸ μὲν ἐπὶ τῶν ὑπομνημάτων τῆς βουλῆς ἔκστασίν σοι προεβαλόμην καὶ νῦν δὲ διὰ τῶνδε τῶν βιβλιδίωνβιβλειδίων τὴν ἔκστασίν σοι προσφέρω παντὸς τοῦ ὑπάρχοντός μοι πόρου ἐπὶ τῷ σὲ ἀντιλαβόμενον τῶν ὑπαρχόντων μοι ἀποπληρῶσαι ὑπὲρ ἐμοῦ τήν τε γυμνασιαρχίαν καὶ εὐθηνιαρχίαν καὶ τὰ ἑπόμενα αὐτῇ ἀναλώματα πάντα ἔτι δὲ καὶ τὰ ὀφειλόμενα ὑπʼ ἐμοῦ σιτικὰσειτικὰ καὶ ἀργυρικὰ τελέσματα ὑπέρ τε ὧν κέκτημαι ὑπαρχόντων καὶ οὗ ἔχω ἐν μισθώσει μέρους οὐσίας πρότερον Κλαυδίου Συρίωνος αἰωνογυμνασιάρ χουἐωνογυμνασιάρχου τῆς λαμπροτάτης Ἀλεξανδρεί ας. πρὸς ἅπερ τελέσματα πάντα ὁ ἐκβὰς οἶνος ἀπὸ τῶν χωρίων κατε νεγυήθη ὑπὸ τῶν δεκαπρώτων. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Ἁθὺρ ἑκκαιδεκάτῃ. απια ἀδελφῇSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.