no image
DDbDP-text
Acknowledgement of Debt to an Escheated Estate via HGV-meta
Linked by Trismegistos ID
TM 16889.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Αιλω στρατηγῷ Ὀξυρυγχείτου παρὰ Αὐρηλίας Ἀπολλωναρίου θυγατρὸς Ζωΐλου γυμνασιαρχήσαντος τῆς Ὀξυρυγχιτῶν πόλεως χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ μετὰ συνεστῶ τος Αὐρηλίου Διογένους Σαραπάμμωνος ἐξηγητεύσαντος βουλευτοῦ τῆς αὐτῆς πόλεως διʼ Αὐρηλίου Ὡρίωνος γραμματέως τῆς Ἀπολλωναρίου. ἐξ ἐπιστολῆς Παπειρίου Σαβείνου τοῦ κρατίστου σήμερόν σοι ἐνταῦθα ἀναδοθείσης μαθόντες τὰ ὑπάρ χοντα Κλαυδίας Ἰσιδώρας τῆς καὶ Ἀπίας παρὰ τῷ ταμείῳ γεγονέναι ἀπογραφόμεθα δηλοῦντες ἑαυτοὺς ὀφείλειν τῷ τῆς Ἰσιδώρας λόγῳ κατὰ χειρόγραφον ἐπὶ ἐνεστῶτος ἔτους Φαμενὼθ ιβ πυροῦ ἀρτάβας τ μέτρῳ γνώμονος τῆς οὐσίας ἃς ἔσχον ἐπὶ τῷ ἀποδοῦναι ἀπὸ καρπῶν τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους τῷ Ἐπεὶφ μηνὶ τὰς τοῦ κεφαλαίου ἀρτάβας τριακοσίας καὶ ὑπὲρ διαφόρου ἐκ τετάρτου ἀρτάβας ἑβδομήκοντα πέντε . καὶ ἀξιοῦμεν ταύτην ἡμῶν τὴν ἀπογραφὴν φανερὰνἀπογραφανερὰν γενέσθαι οἷς προσήκει. ἔτους δ Παῦνι ιθ Αὐρηλία Ἀπολλωνάριον Ζωΐλου καὶ Αὐρήλιος Διογένης Σαραπάμμωνος διʼ ἐμοῦ Αὐρηλίου Ὡρίωνος γραμματέως αὐτῆς ἈπολλωναρίουἈπολλωρίου ἐπιδεδώκαμεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.