no image
DDbDP-text
Registration of Druggist’s Stock via HGV-meta
Linked by Trismegistos ID
TM 16891.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίοις Ἀρουντίῳ Ἡρακλειανῷ καὶ Ἱέρακι τῷ καὶ Δημητρίῳ καὶ Θέω νι μισθωταῖς μονοπωλίου ἀσχολή ματος στυπτηρίας παρὰ Αὐρηλίου Νεοπτολέμου Διοσκό ρου ἀπʼ Ὀξυρύγχων πόλεως φαρμα κοπώλου. κατὰ τὰ κελευσθέντα ὑπὸ Αἰλίου Σαβείνου τοῦ κρατίστου ἐπιτρόπου Ἑρμοῦ ἀπογράφομαι ἐνπροθέσμως ἃ παρέλαβα παρὰ τῶν προγενομένων μισθωτῶν τοῦ ἀσχολήματος τὰ ὑπογεγραμ μένα εἴδη. στυπτηρίας μὲν Ψωβτιακῆς ὁλκῆς τάλαντα β 𐅵 σχιστῆς δὲ ὁλκῆς μνᾶς λ μελαντηρίας τάλαντα ιβ μίλτου τάλαντα ζ μισυδίων ἄρτους υν πορφυρου τάλαντα ε ὤχρας ὀασιτικῆςὀασειτικῆς τάλαντα γ ἁλυκῆς τάλαντα ε ληρας τάλαντα ε λίσματος μέτρα β ὧν πάντων τὴν τιμὴντειμὴν πλήρη μετεβαλόμην κατὰ τὸ ἔθος ἀκολούθως οἷς ἔχω συμβόλοις ἔτους γ αὐτοκρατόρων καισάρων Γαίου Οὐιβίου Τρεβωνιανοῦ Γάλλου καὶ Γαίου Οὐιβίου Ἀφινίου Γάλλου Οὐελδουμιανοῦ Οὐολουσιανοῦ εὐσεβῶν εὐτυχῶν σεβαστῶν Παχὼν κγ. Αὐρήλιος Ἀμμώνιος πραγμα τευτὴς Ὀξυρυγχείτου ἔσχον τούτου τὸ ἴσον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.