no image
DDbDP-text
Acknowledgement of Debt to an Escheated Estate via HGV-meta
Linked by Trismegistos ID
TM 16889.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίας Ἀπολλωναρίου Ζωίλου γυμνασιαρχήσαντος τῆς Ὀξυρυγχιτῶν πόλεως μητρὸς χωρὶς κυρίου χρηματιζούσης κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ διὰ Αὐρηλίου Ὡρίωνος γραμματέως. ἐξ ἐπιστολῆς Παπειρίου Σαβείνου τοῦ κρατίστου σήμερόν σοι ἐνταῦ θα ἀναδοθείσης μαθοῦσα τὰ ὑπάρχοντα Κλαυδίας Ἰσιδώρας τῆς καὶ Ἀπίας παρὰ τῷ ταμείῳ γεγονέναι ἀπογράφομαι δηλοῦσα ἐμαυτὴν ὀφείλειν τῷ τῆς Ἰσιδώρας λόγῳ κατὰ χειρόγραφον δισσὸν ἐπὶ τοῦ ἐνεστῶτος ἔτους Μεχεὶρ Φαμενὼθ πυροῦ ἀρτάβας χ μέτρῳ γνώ μονος τῆς οὐσίας ἃς ἔσχν ἐπὶ τῷ ἀποδοῦναι τὰς ἴσας χ ἀπὸ καρπῶν τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους τῷ Ἐπεὶφ μηνί. καὶ ἀξιῶ ταύτην μου τὴν ἀπογραφὴν φα νερὰν γενέσθαι οἷς προσήκει. ἔτους δ Παῦναι ιθ Αὐρηλία Ἀπολλωνάριον Ζωΐλου διʼ ἐμοῦ Αὐρηλίου Ὡρίωνος γραμματέως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.