no image
DDbDP-text
Acknowledgement of Receipt of Accounts via HGV-meta
Linked by Trismegistos ID
TM 17499.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Δομίτιος ἐπιτηρητὴς ἡγεμονικῶν πλοίων καὶ ἄλλων Αὐρηλίοις Σαραπίωνι τῷ καὶ Ἀπολλωνιανῶι καὶ Διογένει Σαραπίωνος καὶ Πτολεμαίῳ Πτολεμαίου τοῖς τρισὶ ἄρξασι τῆς Ὀξυρυγχειτῶν πόλεως ἐπιτηρηταῖς στυπτη ρίας τοῖς φιλτάτοις χαίρειν. οὓς ἐπέμψατε πενθημέρους λόγους τῆς στυπτη ρίας ἀπὸ α ἕως ε τοῦ Θὼθ μηνὸς τοῦ ἐνεσ τῶτος ἔτους ϛ, ὥστε εἰς διοίκησιν β, εἰς τὸ Ῥωμαϊκὸν ταβουλάριον α, ἐπιτρόπῳ Ἑρμοῦ α, εἰς τὸ λογιστήριον αὐτοῦ α, οἰκονόμοις α, κομισάμενος τῇ εἰκάδι τοῦ ὄντος μηνὸς ἀ πέδωκα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. διὰ Αὐρηλίου Ἀχιλλέως τοῦ καὶ Νεμεσίωνος γραμματέως. ἔτους θ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς ΣεβαστοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.