no image
DDbDP-text
Lease of Land via HGV-meta
Linked by Trismegistos ID
TM 20635.
Each record below describes this same ancient text from a different angle.
ἐμίσθωσεν Ἡρακλείδης ὁ καὶ Διογένης καὶ Σαραπίων ὁ καὶ Διογένης ἀμφότεροι Διογένους γυμνασιαρχήσαντες τῆς ὈξυρυγχιτῶνὈξυρύγχων πόλεως καὶ ὡς χρηματίζουσι διὰ Ἑρμοῦ ἐπιτρόπου Ἁρμιύσει Ἡρᾶ τος μητρὸς Ταφείβιος ἀπὸ Τυχινα βιτωουΤυχινα κιτώουΤισχινακιτώου εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος κζ ἔτους ἀπὸ τῶντο ὑπαρχόντωνυπαρχον αὐτοῖς περὶ Τααμπέμου ἐκ τοῦ Φιλονεί κου καὶ Χαρᾶτος κλήρου ἥμισυ μέρος κοινῶν πρὸς Δημητρίαν Ἀντιμάχου κατὰ τὸ ἕτερον ἥμισυ ἀρουρῶν πέντε καὶ ψιλῶν τόπων ὥστε σπεῖραι καὶ ξυλαμῆσαι κατʼ ἔτος κατʼ ἔτος τὸ μὲν ἥμισυ πυρῷ τὸ δʼ ἄλ λο ἥμισυ χλωροῖς ἀποτάκτου τοῦ αὐτοῦ ἡμίσους μέρους ἐπὶ τὴν τετραετίαντριραετιαν κατʼ ἔτος πυροῦ ἐν θέματι ἀρταβῶν ὀκτὼ καὶ δραχμῶν τεσσαράκοντα . ὁμο λογεῖ δὲ ὁ μεμισθωμένοςμεμισθωμένοις ὀφεί λειν τοῖς γεούχοις λοιπογραφίαν τοῦ αὐτοῦ ἐδάφους τοῦ παρελθόν τος ἔτους πυροῦ ἀρτάβας τρεῖς , ὧν θέμα ἀναδώσει ὁ μεμισθωμένος τῷ ἐνεστῶτι ἔτει ἅμα τῷ τῶν ἐκ φορίων θέματι ἀκίνδυνα πάντα παντὸς κινδύνου. ἐὰν δέ τις τοῖς ἑξῆς ἔτεσι ἄβροχος γένη ται παραδεχθήσεται τῷ μεμι σθωμένῳ, τῶν τῆς γῆς κατʼ ἔτος δημοσίων ὄντων πρὸς τοὺς γεούχους, οὓς καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ κατʼ ἔτος ὀφειλόμενα κομίσωνται. βεβαιουμένης δὲ τῆς μισθώσεως μετρείτω ὁ μεμισθωμένος τ ἰδίαις ἀν κατʼ ἔτος πα ἔτει καὶ τὰς τ ὧν θέμα καθαρὸν ἀπὸ πάντωνκ ἀποδότω κατʼ ἔτος ὑπὸ τὴν πρώτην μέτρησιν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάν των. κυρία ἡ μίσθωσις. ἔτους κζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Φαῶφι ιδ. Ἑρμῆς σεσημείωμαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.