no image
DDbDP-text
Registration of an Ephebus via HGV-meta
Linked by Trismegistos ID
TM 20613.
Each record below describes this same ancient text from a different angle.
Μάρκῳ Κλαυδίῳ Σερήνῳ νεωκόρῳ τοῦ μεγάλου Σαράπιδος τῶν κεχιλιαρχηκότων γενομένῳ ἐπάρχῳ σπείρης πρώτης Δαμασκηνῶν καὶ ἀρχιγεωργῷ ἱερεῖ ἐξηγητῇ καὶ τοῖς Καισαρείοις καὶ τοῖς ἄλλοις πρυτάνεσι παρὰ Ἀμμωνίου τοῦ Θέωνος τοῦ Σαραπίωνος ΠροπαπποσεβαστείουΠροπαπποσεβατείου τοῦ καὶ Ἀλθαιέως τῶν τὸ πέμπτον ἔτος Δομιτιανοῦ ἐφηβευκότων. βουλό μενος εἰσκρῖναιἰσκρεῖναι εἰς τοὺς τὸ εἰσιὸνἰσιὸν ὀκτω καιδέκατον ἔτος Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ ἐφήβους τὸν γεγονότα μοι ἐκ τῆς ἀδελφῆς μου Θαυβαρίου ἀστῆς ἣ μετήλλαχεν υἱὸν Νειλάμμωνα ἀξιῶ ὑμᾶς συντάξαι τοῖς πρὸς τούτοις οὖσι λαβοῦσί μου χειρογραφίαν περὶ τοῦμεθʼ ὅρκου ἀληθῆ εἶναι τὰ προκείμενα γράψαι οἷς καθήκει χρηματίζειν μοι τελοῦντιυντι τὰ πρὸς τὴν εἴσκρισιν καὶ ἐφηβείαντὴν ειαν τοῦ προγεγραμμένου μου υἱοῦ Νειλάμ μωνος καὶ προσαγγεῖλαι τῷ τε κοσ μητῇ καὶ τῷ γυμνασιάρχῳ τοῖς οὖσι προσδέξασθαι αὐτὸν εἰσκρῖναι εἰςἰς τοὺς ἐφήβους ἵνʼ ὦ πεφιλανθρωπημένοςωπ. Νειλάμμων Ἀμμωνίου ἔφηβος ἀπʼ Ὀξυρύγχων πόλεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.