no image
DDbDP-text
Will [180-192 AD] via APIS-papyrus
Linked by Trismegistos ID
TM 22267.
Each record below describes this same ancient text from a different angle.
ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος, ἀγαθῇ τύχῃ. τάδε διεθέμην νοῶν καὶ φρονῶν Νιλίων Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς ἀπʼ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ. ἐφʼ ὃν μὲν περίειμι χρόνον ἔχειν με τὴν κατὰ τῶν ἰδίων ἐξουσίαν ὃ ἐὰν βούλωμαι ἐπιτελεῖν καὶ μεταδιατίθεσθαι καὶ πρὸς ἀκύρωσιν ἄγειν τήνδε τὴν διαθήκην ὃ δʼ ἂν ἐπιτελέσω κύριον ὑπάρχειν. ἐὰν δὲ ἐπὶ ταύτῃ τῇ διαθήκῃ τελευτήσω μηδὲν ἐπιτελέσας ἐλευθέραν ἀφίημι ὑπὸ Δία Γῆν Ἥλιον κατʼ εὔνοιαν καὶ φιλοστοργίαν τὴν δούλην καὶ τὰ ἐσόμενα ἐξ αὐτῆς ἔκγονα, τῶν τῆς ἐλευθερώσεως τόν τε αὐτὸν υἱόν μου Σαραπίωνα Παπίωνος ἐπικεκλημένου τὰ ἐσόμενα αὐτῷ τέκνα τὸν με ἀρουρῶν δυοτριακοστοῦ περιμέτρων Τυχινακιτώου οἰκίας καὶ αἰθρίου καὶ αὐλῆς καὶ χρηστηρίωναρηστηριων ἡμίσους μέρους γῆς τῆς προκειμένης ἐνδομενείας καὶ ὀφειλημάτων εν ἀδελφο Ἁρσιησι . κυριSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.