no image
DDbDP-text
Report of an Accident via HGV-meta
Linked by Trismegistos ID
TM 20611.
Each record below describes this same ancient text from a different angle.
Ἱέραξ στρατηγὸς Ὀξυρυγχείτου Κλαυ δίῳ Σερήνῳ ὑπηρέτῃ. τῶν δοθέν των μοι βιβλιδίων ὑπὸ Λεωνίδου τοῦ καὶ Σερήνου τὸ ἴσον ἐπιστέλλεταίἐπεστέλλεταί σοι, ὅπως παραλαβὼν δημόσιον ἰατρὸν ἐπιθεωρήσῃς τὸτὸν δηλούμενον νε κρὸν σῶμα καὶ παραδοὺς εἰς κηδεί αν ἐνγράφως ἀποφάσεις προσφω νήσητε. σεσημείωμαι. ἔτους κγ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ ζ. Ἱέρακι στρατηγῷ παρὰ Λεωνίδου τοῦ καὶ Σερήνου χρη ματίζοντος μητρὸς Ταύριος ἀπὸ Σε νέπτα. ὀψίας τῆς διελθούσης ἕκτηςἑκης ἑορτῆς οὔσης ἐν τῇ Σενέπτα καὶ κρο ταλιστρίδων λειτουργουσῶν κατὰ τὸ ἔθος πρὸς οἰκίᾳ Πλουτίωνος τοῦ γαμ βροῦ μου τοῦ υἱοῦυἱοῦυεἱοῦ Ἀριστοδήμουτοῦ καὶ Ἀριστοδήμουedτοδήμου Ἐπαφρόδειτος δοῦλος αὐτοῦ ὡς ἐτῶν η βουληθεὶς ἀπὸ τοῦ δώματος τῆς αὐτῆς οἰκίας παρακύψαι καὶ θεάσασθαι τὰς κροταλιστρίδας ἔπεσεν καὶ ἐτελεύτησεν. οὗ χά ριν ἐπιδιδοὺς τὸ βιβλίδιονβιβλείδιον ἀξιῶ ἐὰν δόξῃ σοι ἀποτάξαι ἕνα τῶν περὶ σὲ ὑπηρετῶν εἰς τὴν Σενέπτα ὅπως τὸ τοῦ Ἐπαφροδείτου σῶμα τύχῃ τῆς δεούσης περιστολῆς καὶ καταθέσεως. ἔτους κγ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Ἁθὺρ ζ. Λεωνίδης ὁ καὶ Σερῆνος ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.