no image
DDbDP-text
Official correspondence via HGV-meta
Linked by Trismegistos ID
TM 17207.
Each record below describes this same ancient text from a different angle.
Πέτευρις Κερκεύρεων. τοῦ ἐπεσταλμένου μοι χρηματισμοῦ περὶ παραδείξεως τὸ ἀντίγραφον ὑπόκειται. Σαραπίων Πετεύρει κωμογραμματεῖ Κερκεύρεων χαίρειν. τοῦ ἐπεσταλμένου μοι ὑπὸ Διοσκουρίδου βασιλικοῦ γραμματέως χρηματισμοῦ τὸ ἀντίγραφον ὑποτέτακται. ἐπελθὼν οὖν ἐπὶ τοὺς σημαινομένους ψιλοὺς τόπους ι καὶ ἐπισκεψάμενος εἴ εἰσιν ἀδέσποτοι καὶ ὀφείλοντες εἰς ἴδιον λόγον ἀναληφθῆναι κατὰ τὸν γνώμονα, ἐπιθεὶς μέτρα καὶ γειτνίας καὶ τὴν ἐπʼ ἀληθείας ἀξίαν μετὰ χειρογραφίας προσανένεγκον εὐσήμως, στοχασάμενος τοῦ μηδὲν ἀγνοηθῆναι ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου. ἔτους μβ Καίσαρος Διοσκουρίδης Σαραπίωνι τοπογραμματεῖ τῆς μέσης τοπαρχίας καὶ Πετεύρει κωμογραμματεῖ Κερκεύρεων χαίρειν. τοῦ μετενηνεγμένου ἐφʼ ἡμᾶς παρὰ τοῦ ὑπογεγραμμένου ὀνόματος ἐκ τῶν ἐπεσταλμένων ὑπὸ Κοΐντου Ἀττίου Φρόντωνος τοῦ πρὸς τῶι ἰδίωι λόγωι χρηματισμοῦ τὸ ἀντίγραφον ὑποτέτακται. ἐπελθόντες ἐπὶ τοὺς διʼ αὐτοῦ σημαινομένους ψιλοὺς τόπους καὶ ἐπισκεψάμενοι εἴ εἰσιν ὀφείλοντες εἰς ἴδιον λόγον ἀναληφθῆναι κατὰ τὸν γνώμονα, ἐπιθέντες μέτρα καὶ γειτνίας καὶ σχοινισμοὺς καὶ τὴν ἐπʼ ἀληθείας ἀξίαν μετὰ χειρογραφίας προσανενέγκετε εὐσήμως, στοχασάμενοι τοῦ μηδὲν ἀγνοηθῆναι μηδὲ πρὸς χάριν οἰκονομηθῆναι, ὡς πρὸς ὑμᾶς τοῦ περὶ τῶν ἀγνοηθησομένων λόγου συσταθησομένου. ἔτους μβ Καίσαρος Κοΐντος Ἄττιος Φρόντων Διοκουρίδῃ βασιλικῷ γραμματεῖ Ὀξυρυγχείτου χαίρειν. τοῦ ἐπιδεδομένου ὑπομνήματος παρὰ σὺν τῇ αὐτὸ γεγονυίᾳ ὑπογρα φῆι τὸ ἀντιγραφον ὑποτέτακται. ἐπελθόντες οὖν ἐπὶ τοὺς διʼ αὐτοῦ σημαινομένους ψιλοὺς τόπους, ἂν ὦσιν ἀδέσποτοι καὶ ὀφείλοντες εἰς ἴδιον λόγον ἀναλη φθῆναι κατὰ τὸν γνώμονα, ἐπιγνοὺς τὴν διάθεσιν καὶ ἐπιθεὶς μέτρα καὶ γιτνίαςγιτνίας καὶ τὴν ἐπʼ ἀληθείας ἀξίαν προσφώνησον, στοχασάμενος τοῦ μηδὲν ἀγνοηθῆ ναι, ὡς πρός σε τοῦ λόγου ἐσομένου. ἔτους μβ Καίσαρος Μεχεὶρ κβ. Κοΐντωι Ἀττίωι Φρόντωνι παρὰ βούλομαι ὠνήσασθαι ἐκ τοῦ ἰδίου λόγου ψιλοὺς τόπους ἀδεσπότους ὀφείλοντας εἰς ἴδιον λόγον ἀναληφθῆναι κατὰ τὸν γνώμονα, ἐν κώμῃ Κερκεύρεων τῆς μέσης τοπαρχίας τοῦ Ὀξυρυγχίτου ἐν τοῖς ἀπὸ λιβὸς μέρεσι βορρᾶ χέρσος, ἀπηλιώτου Μνησιθέου νSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.