no image
DDbDP-text
Official letter from Onnophris to Menches via APIS-papyrus
Linked by Trismegistos ID
TM 3666.
Each record below describes this same ancient text from a different angle.
Ὀννῶφρις ἄρουραι κδ, γίνονται κδ. ἔτους β Τῦβι κθ. ἐλάβομεν ἔτους β Τῦβι κθ. Ὀννῶφρις Μεγχεῖ χαίρειν. τῆς παρʼ Ἀπολλωνίου τοῦ Ποσειδωνίου τοῦ βασιλικοῦ γραμματέως ἐπιστολῆς περὶ ὧν σημαίνουσι παρακεχωρῆσθαι Διδυμάρχωι Ἀπολλωνίου ὑπὸ Πέτρωνος τοῦ Θέωνος περὶ Κερκεοσῖριν ἀρουρῶν κδ τὸ ἀντίγραφον ὑπόκειται, ὅπως εἰδὼς κατακολουθῇς τοῖς ἐπεσταλμένοις. ἔρρωσο. ἔτους β Τῦβι κη. Ἀπολλώνιος Ποσειδωνίου Πολέμωνι χαίρειν. τῆς παρὰ Πτολεμαίου καὶ Ἑστιείου τῶν γενομένων πρὸς τῆι συντάξει τῶν κατοίκων ἐπιστολῆς περὶ ὧν σημαίνουσι παρακεχωρῆσθαι Διδυμάρχωι ὑπὸ Πέτρωνος τοῦ Θέωνος περὶ Κερκεοσῖριν ἀρουρῶν κδ καὶ ὧν οἱ γραμματεῖς ἀνενηνόχασιν ἀντίγραφα ὑπόκειται. ἔτους β Τῦβι κζ. Πτολεμαῖος καὶ Ἑστιεῖος Ἀπολλωνίωι χαίρειν. τοῦ δεδομένου ἡμῖν ὑπομνήματος παρὰ Διδυμάρχου τοῦ Ἀπολλωνίου Μακεδόνος τῆς ε ἱππαρχίας τῶν ἑκατονταρούρων τὸ ἀντίγραφον ὑποτετάχαμεν. ἐπεὶ οὖν καὶ οἱ παρʼ ἡμῶν γραμματεῖς ἀνενηνόχασιν γεγονέναι αὐτῶι τὴν παραχώρησιν τῶν κδ ἀρουρῶν καλῶς ποιήσεις συντάξας καὶ παρὰ σοὶ ἀναγράφειν εἰς αὐτὸν ἀκολούθως. ἔτους νδ Φαρμοῦθι η. Πτολεμαίωι καὶ Ἑστιείωι τοῖς πρώτοις φίλοις καὶ πρὸς τῆι συντάξει παρὰ Διδυμάρχου τοῦ Ἀπολλωνίου Μακεδόνος τῆς ε ἱππαρχίας τῶν ἑκατοναρούρων. παρακεχωρημένου μου ὑπὸ Πέτρωνος τοῦ Θέωνος Πέρσου τῆς αὐτῆς ἱππαρχίας τὸν ὑπάρχοντʼ αὐτῶι κλῆρον περὶ κερκεοσῖριν τῆς Πολέμωνος μερίδος ἀρουρῶν κδ, τῶν δὲ πρὸς ταῖς γραμματείαις ἀγνοούντων τὴν γεγονυῖαν περὶ ἐμοῦ οἰκονομίαν καὶ ἔτι ἀναγραφόντωνἀναγραφουσι τὸν κλῆρον εἰς τὸν Πέτρωνα, ἀξιῶ συντάξαι γράψαι Ἀπολλωνίωι τῶι βασιλικῶι γραμματεῖ ἵνʼ εἰδὼς ἀναγράφηι εἴς με τὰς σημαινομένας ἀρούρας κδ ἵνʼ ὦ τετευχὼς φιλανθρωπίας. εὐτύχει. παρὰ τῶν γραμματέων. τῆι παρὰ Πτολεμαίου καὶ Ἑστιείου τῶν γενομένων πρὸς τῆι συντάξει τῶν κατοίκων ἱππέων προκειμένηι ἐπιστολῆι περὶ ὧν γράφουσι παρακεχωρῆσθαι Διδυμάρχωι Ἀπολλωνίου ὑπὸ Πέτρωνος τοῦ Θέωνος τὸν ὑπάρχοντʼ αὐτῶι περὶ Κερκεοσῖριν τῆς Πολέμωνος μερίδος κλῆρον ἀρουρῶν κδ παρεπιγεγραμμένου ἀνενεγκεῖν τὰ πρὸς ταύτας, ἐπισκοποῦντες διὰ τοῦ ἀπολογισμοῦ τοῦ ἐδάφους τοῦ νδ ἔτους τῆς Κερκεοσίρεως εὑρίσκομεν ἀναγραφόμενον ἐν κληρουχίαι ἐν τῆι ἐπὶ τοῦ πατρὸς τοῦ βασιλέως καταμεμετρημένηι ἐφόδοις μεταβεβηκότα εἰς τὴν κατοικίαν ἀρουρῶν κδ, ἃς καὶ τοὺς περὶ τὸν Ἑστιεῖον γράφειν παρακεχωρῆσθαι τῶι Διδυμάρχωι ἀναφέρομενΔιδυμάρχωι. ἀναφέρομεν. ἔτους β Τῦβι κδ. κωμογραμματεῖ Μεγχεῖ ΚερκεοσίρεωςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.