no image
DDbDP-text
Eingabe aus Anlaß eines Mordprozesses via HGV-meta
Linked by Trismegistos ID
TM 19621.
Each record below describes this same ancient text from a different angle.
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Παχομψάιτος Παρε καὶ ύνιος ριος καὶ Φαήσιος Ὀρσενούφιος καὶ Ψενταζβῆτος Ψενταζβῆτος καὶ Ψενταζβῆτος ἀδελφοῦ γεωργῶν Νήσου πρὸς κώμῃ Πτήνει. ἐξ ἐπιστολῆς Φλαυίου Φιλοξένου τοῦ κρατίστου ἐπιστρατήγου διὰ ὑπηρέτου παρήνγειλας ἡμῖνἡμεῖν καταντῆσαικατηντῆσαι κράτιστον ἡγεμόνα εἰς τὴν Μέμφιν ἢ ὅπου ἂν ᾗ χάριν τοῦ ἀνῃρημένου δεκαδάρχου πρὸς ὅρμωι Τερύθει τοῦ Ἀνταιοπολίτου. ἐπεὶ οὖν τῶι ἐνεστῶτι ἔτει γενομένης ἐνλιπούσης τῆς ἀναβάσεως, ὡς ἥρμοζέ σου τῇ πρὸς τὰ κυριακὰ πράγματα ἐπιμελείᾳ, ἐπηνάγκασας ἡμᾶς πλείστην ἄβρο χον ἐπαντλῆσαι, ἀναγκαίως διὰ τὴν ἀντισέβειαν, ἵνα μὴ ἐπηρεασθῶμεν, μετεμισθώσαμεν τὴν προσπαρακειμένην ἄβροχον τοῖς Ἀνταιοπολιτικοῖς ἐδάφεσι γεωργοῖς ἀπὸ κώμης Πτήνεως τοῦ Ἀνταιοπολίτου. ἀξιοῦμεν καὶ περὶ τούτων γράψαι τῶι τοῦ Ἀνταιοπολίτου στρατηγῶι Χαιρήμονι, ἵνα ἀκολούθως τῇ γραφείσῃ ἐπισ τολῇ καὶ αὐτοὶκαὐτοὶ τοῖς ἀπὸ τῆς Τερύθεως συνκατενεχθῶσι ἐπὶ τὸν κράτιστον ἡγεμόνα, ἐφʼ οὗ ἐπιδείξομεν μηδὲν τοιοῦτοτοιουτον ἡμῖνἡμεῖν ἡμαρτημένον. εἰσὶ δὲ διὰ μὲν μιᾶς μισθώσεως Ψενθεμεὺς Πετοσίριος καὶ Ὀρσενοῦφις Οὐφιέως καὶ Κεφαλᾶς Ὥρου καὶ Ἀντᾶς Πααανούφιος, καὶ διʼ ἑτέρας Φατρῆς Ψεννήσιος εἰρηνοφύλαξ Πτήνεως καὶ Πετοσῖρις Ψενοσίριος καὶ Αρτης Πατομτοῦτος καὶ Ψᾶις Ψάιτος ἀπὸ τῆς αὐτῆς Πτήνεως, καὶ διʼ ἄλλης Ψενοσῖρις Τιθοέους γενόμενος εἰρηνοφύλαξ τῆς αὐτῆς Πτήνεως καὶ Ὧρος Πανίσκου καὶ Σοῦλις Ψάιτος ἀρχιφύλαξ τῆς αὐτῆς Πτήνεως καὶ διʼ ἄλλης Πατομτῶς Πατετήφιος ἀπὸ τῆς αὐτῆς, γίνονται ὀνόματα ιβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.