no image
DDbDP-text
ἀνέγνωσται ἔτους κγ Παχὼν Συμμάχωι ἐπιστάτηι φυλακιτῶν· Πετοσῖρις κωμογραμματεὺς Θμοιναυσίρεως ὑποτέταχεν ἡμῖν ἀντίγραφον οὗ εἴληφεν ὑπομνήματος παρ’ Ὀννόφριος τοῦ Παχέους τοῦ γεωργοῦντος τὸν Σελεύκου κλῆρον βασιλικὸν δι’ οὗ προεφέρετο τῆι φερούσηι νυκτὶ ἐπελθόντας τινὰς ἐπὶ τὸν δηλούμενον κλῆρον ὠιχῆσθαι ἔχοντας ἐπὶ τὸν δηλούμενον κλῆρον ὠιχῆσθαι ἔχοντας κριθίνων ποιήσεις συντάξας προνοηθῆναι ἄλλη· Στοτοήτης κωμογραμματεὺς Τεβέτνοι ὑποτέταχεν ἡμῖν ἀντίγραφον ἧς εἴληφεν προσαγγελίας παρὰ Θεοφίλου τῶν Φιλώτου ἰδιώτου ὑπὲρ τοῦ ἐπελθόντας τινὰς τῆι γ τοῦ Παχὼν ἐπὶ τὸν ὑπάρχοντα αὐτῶι σταθμὸν ὠιχῆσθαι ἔχοντας τὰ ὑπογεγραμμένα. καλῶς οὖν ποιήσεις συντάξας προνοη θῆναι ὅπως οἱ αἴτιοι ἐκ παντὸς τρόπου ἀναζητηθέντες τεύξον ται ὧν προσήκει.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.