no image
DDbDP-text
Petition to a Centurion via HGV-meta
Linked by Trismegistos ID
TM 22184.
Each record below describes this same ancient text from a different angle.
Κυίντωι Καίωι Πάσσερι ἑκατοντάρχηι παρὰ Ἕρμωνος τοῦ Δημητρίου. ὑπάρχει μοι πε ρὶ κώμην Τῆιν τῆς Θμοισεφὼι τοπαρχίας τοῦ Ὀξυρυγχείτου παππικὸς πατρικὸς κλῆρος Δρύ ου λεγόμενος, ἐν ὧι δημόσιον χῶμα καὶ λάκ κος κατὰ μέσον τῶν ἡμετέρων καὶ ναύβια καὶ ἕτερα ὑπέρ τε πάντων τελῶν τὰ καθή κοντα δημόσια, καταβιαζόμενοςκσταβιαζομενος δὲ καὶ συν αρπαζόμενοςσυναρποζόμενος ὑπὸ ἁλιέων Παύσιος καὶ Π Παψιοῦτος καὶ τοῦ ἀδελφοῦ καὶ Καλεοῦς καὶ Μέλανος καὶ Ἀττίνου καὶ Πασόιτος καὶ τῶν σὺν αὐτοῖς οὐκ ὄντων ὀλίγων. ἐπαγαγόν τες καὶ Τίτιον στρατιώτην μετὰ πολλῶν λίνων καὶ ξυστρῶν ἐπελθόντες ἐπὶ τὸν ἡμέτερον λάκκον μετὰ κολλορόβων ἡλί ευσαν καὶ ἀνέσπασαν ἰχθῦν ἄξιον ἐπὶ τὸ αὐτὸ ἀργυρίου τάλαντον α, καὶ λογοποιουμένου μου αὐτοῖς ἤγγισανἔγγισαν με ὡς μέλλοντές με ἐκπον. ἐπεὶ δὲ κατὰ πολλὰ βιάζονταίβιάζοντά με, τὴν ἐπί σε καταφυγὴν ποιούμενος ἀξιῶ, ἐὰν φαίνηται, ἀχθῆναι τοὺς ἐγκαλου μένους ἐπί σε, ὅπως ἀποδῶσί μοι τὴν τιμὴν τοῦ ἰχθύος, ὡς προείρηται, εἰς δὲ τὸ μέλ λον ἀποσχῶνται τῶν ἡμετέρων, ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. ἔτους ιζ Τιβερίου Καίσαρος Σεβαστοῦ Παχὼν ιζ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.