no image
DDbDP-text
Receipt for a Windlass via HGV-meta
Linked by Trismegistos ID
TM 22081.
Each record below describes this same ancient text from a different angle.
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ε, ὑπατείαςὑπατίας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους δ, Μεχεὶρ κγ, ἰνδικτίωνος ε. τοῖς ὑπερφυεστάτοις διαδόχοις τοῦ τῆς εὐκλεοῦς μνήμης Ἀπίωνος γενομένου πρωτοπατρικίου γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοιςπανευφύμοις προσώποις τὴν ἀγωγὴν καὶ ἐνοχὴν Φοιβάμμων ἀντέκδικος υἱὸς τοῦ μακαρίου Σερήνου ἑξῆς ὑπογράφων ἰδίᾳ χειρὶ ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπ’ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Πιτ Ευταρ ἐν τῷ κτήματι Παγγουλεείου μεγάλου ἐργάτου ἑνός, καὶ εὐθέως ἡ ὑμετέρα ὑπερ φύεια πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τοῦτον παρέσχετό μοι διὰ Ζαχαρίου τοῦ ἐνταῦθα μηχανουργοῦ καινὸν ἐπιτήδειονἐπιτήδιον ἀντλητικὸνἀντλιτικὸν εὐάρεστον, ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Μεχεὶρ κγ τῆς παρούσης πέμπτης ἰνδικτίωνος, ὑδροπαροχίας καρπῶν τῆς σὺν Θεῷ ἕκτης ἐπινεμήσεως· καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν, ἥτις κυρία οὖσα ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φοιβάμμων υἱὸς τοῦ μακαρίου Σερήνου στοιχεῖ μοι αὕτη ἡ χειρογραφία ὡς πρόκειται. γίνεται μέγας ἐργάτης εἷς μόνος. χειρογραφία Φοιβάμμωνος τοῦ αἰδεσίμου ἀντεκδίκου υἱοῦ τοῦ μακαρίου Σερήνου ἀπὸ τῆς Ὀξυρυγχιτῶν μεγάλου ἐργάτου α.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.