no image
DDbDP-text
Business Letter via HGV-meta
Linked by Trismegistos ID
TM 37873.
Each record below describes this same ancient text from a different angle.
παρὰ ην τῆς ὑμετέρας ἀδελφότητος κύριος οὕτω ἑτερ τα. χαρίζεται οὖν τὸ ὑμέτερον μέγεθος γράφειν περὶ τῆς ὑγίειαςὑγίας αὐτοῦ τ τοῦ οἴκου ἔγνων καὶ ἐπὶ τούτῳ εὐχαρίστησα τὰ ἄλλα. διὸ παρακαλῶ ὑμᾶς ποιῆσαι τὴν μίσθωσιν ὀνόματί μου, ὅλου μέντοι τοῦ οἴκου, οὐ γὰρ δύναμαι τὸ μέρος τοῦ κυρίου Ἰωάννου λαβεῖν μὴ ἔχων τὸ ἄλλο μέρος. προσκυνηθέντες ἐξ ἐμοῦ προσειπεῖν καταξιώσατε τὸν εὐλαβέστατον οἰκονόμον καὶ ὑπομνῆσαι τὴν αὐτοῦ θεοφιλίαν διὰ τὰ ὀλίγα μου καλανδικά, περὶ ὧν καὶ κατὰ πρόσωπον ὑπέσχετό μοι εἰρηκὼς τῇ ὑμετέρᾳ περιβλέπτῳ λαμπρότητι ὡς ταῦτα ἀποκρότως ὑμῖν ἔχει δοθησόμενά μοι διʼ ὑμῶν. διὰ δὲ τοῦτο ἔγραψα διότι ἀναλώματα ἐνταῦθα ποιήσας ὀνειροπολῶ ταῦτα. καὶ ἐνταύθα ὤν, πολλὰ τὰ ἴχνη ὑμῶν προσκυνῶ. τὰ δὲ κεφαλωτὰ εὑρίσκων πλοίου πέμπω κατὰ τὴν ὑμετέραν κέλευσιν. vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.