no image
DDbDP-text
Letter via HGV-meta
Linked by Trismegistos ID
TM 36080.
Each record below describes this same ancient text from a different angle.
καὶ ἄλλοτε γέγραφα τῇ ὑμετέρᾳ ἀδελφικῇ δεσποτείᾳ διὰ τοῦ συμμάχου τῶν διακονητῶν περὶ τοῦ ἀναλώματος αὐτῆς. παρακαλῶ δὲ αὐτὴν συνεχῶς γράψαι μοι τὴν ὑγίειαν αὐτῆς ειπρ παρακαλῶ δὲ αὐτὴν ἐὰν σὺν Θεῷ οὐκ ἀνέλθῃ ἡ σὴ ἀδελφικὴ δεσποτεία γράψαι μοι τὸ ἐντολικὸν αὐτῆς ἵνα εὕρω ἀντιποιηθῆναι τῶν λοιπῶν ὑπολειφθέντων ἡμῖν πραγμάτων καὶ μὴ κλεισθῇ ἡ οἶκος ὑμῶν. γράψῃ μοι δὲ τὸ τί θέλει εἰς λόγον αὐτῆς καὶ εἰς λόγον τῶν δούλων αὐτῆς εἰς γνῶσιν καὶ πέμψω αὐτῇ ἵνα μὴ ἀναγκασθῇ ἀλλαχόθεν δανεῖσθαι καὶ δοῦναι διπλὰ εἰς ἁπλά. παρακαλῶ δὲ αὐτὴν γράψαι τῇ κοινῇ δεσποίνῃ τῇ μητρὶ ὑμῶν ὅπως ἀνέλθῃ ἐπεί, μὰ τὸν δεσπότην Θεόν, ἐν Ὀξυρύγχῳ ἐστὶν ἐξ οὗ κατῆλθεν εἰς Ἀλεξάνδρειαν ἡ σὴ λαμπρὰ ἀδελφότης κλαίουσα καὶ θλιβομένη καὶ ἀνιαζομένηἀναιιζομένη ὡς προεῖπον ἐξ οὗ ἐξῆλθεν ἀπʼ αὐτῆς. παντὶ οὖν τρόπῳ ει προκσχκ ἀνελθεῖν ἡ σὴ λαμπρὰ ἀδελφότης τέως ποιῆσαί μοι τὸ ἐντολικὸν ἵνα εὕρω προθύμως Θεοῦ συνπράττοντος καὶ συνάρσει τοῦ κυρίου Κοσμᾶ τοῦ ἐμβολάτορος φροντίσαι τῶν λοιπῶν ὑπο λειφθέντων ἡμῖν πραγμάτων. ταῦτα γράφω πλεῖστα προσκυνῶν καὶ ἀσπαζόμενος τὰ ἴχνη τῆς ὑμετέρας λαμπρᾶς ἀδελφότητος ἄχρι θέας, δέσποτα. vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.