no image
DDbDP-text
Letter from Christopher to George via HGV-meta
Linked by Trismegistos ID
TM 37862.
Each record below describes this same ancient text from a different angle.
καθὼς καὶ κατὰ πρόσωπον παρεκάλεσα τὴν ὑμετέραν ἀδελφικὴν μεγαλοπρέπειαν ἐν τῷ ἐνδόξῳ οἴκῳ ἕνεκεν τῶν ἀπὸ ἈκἈκούτουἈκτουαρίου καὶ Κλαυδιανοῦκαὶ Ἡρακλοασιανοῦ καὶ Κευώθεως, ἵνα τούτους παρασκευάσῃ πληρῶσαι Ἰωσὴφ τὸν εὐλαβέστατόν μου προνοητήν, ὅπως καὶ αὐτὸς εὕρῃ δοῦναι τὰ ἐπιβεβλημένα αὐτῷ δημόσια ἐν τῷ ἐνδόξῳ ὑμῶν οἴκῳ, ἐπεὶἐπὶ οὖν καταλαβοῦσακαταλαβων τὰ ἐνταῦθα ἡ αὐτοῦ εὐλάβεια εἶπέν μοι ὡς μέχρι τοῦ παρόντος τί ποτε οὐκ ἔλαβεν παρʼ αὐτῶν, παρακαλῶ οὖν τὴν ὑμετέραν ἀδελφικὴν μεγαλοπρέπειαν συνζεῦξαι αὐτῷ σύμμαχον περὶ τὴν ἐξάνυσιν τούτων. διὰ γὰρ τῆς τοῦ θεοῦ χάριτος ὑμεῖςὑμῖς ἔστεἔσται οἱ ταῦτα νέμοντες ὥσπερ καὶ τὸν ἔνδοξον οἶκον. δεσπότῃ ἐμῷ τὰ πάντα μεγαλοπρεπεστάτῳ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ ἀδελφῷ Γεωργίῳ κόμετι καὶ διοικητῇ Χριστοφόρος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.