no image
DDbDP-text
Letter from Nilus to Sarmatê via HGV-meta
Linked by Trismegistos ID
TM 37867.
Each record below describes this same ancient text from a different angle.
καὶ νῦν τὴν εὐκαιρίαν τοῦ γραμματηφόρου σταβλίτου εὑρὼν ἀναγκαῖον ἡγησάμην καὶ γράψαι, τοὺς τιμίους πόδας τῆς ὑμετέρας ἐνδόξου μετὰ θεὸν προστασίας ἀσπαζόμενος, παρακαλῶν αὐτὴν γράφειν μοι τὰ περὶ τῆς σὺν θεῷ εὐκαιροτάτηςεὐκαιοτάτης αὐτῆς ὑγιείας, ἐπειδή, ὡς οἶδεν ὁ θεός, ἐν πολλῇ φροντίδι εἰμὶ ἐγνωκὼς ὅτι ἐπὶ τὴν Κόμα καὶ ἐπὶ ἄλλονἄλλων τόποντόπων ἐξῆλθεν. εἰκοσιοκτὼ δὲ δέματα ἐλαιοσπαράγων πρὸς τὸν καιρὸν ἔπεμψα εἰς λόγον τῆς εὐλογημένης ταύτης τραπέζης, καὶ παρακαλῶ αὐτὴν ἀντιγράψαι μοι περὶ τῆς τούτων ἀποδόσεωςἀποδώσεως. καθὼς δὲ καὶ ἐν ἑτέροις γράμμασιν γεγράφηκα αὐτῇ δύο Κρομμυδιῶταιδύο, Κρομμυδίῳ γὰρ ἤνεγκαν ἵππον εἰς τὴν Κυνῶν καὶ ἔστιν παρὰ Θεοδώρῳ τῷ μειζοτέρῳ τῷ ἐκεῖ διὰ τὸ μὴ δύνασθαι τέως τοῦτον ἐνεχθῆναι ἐνταῦθα. δεσπότῃ ἐμῷ τὰ πάντα τιμῆς ἀξίῳ γνησίῳ μετὰ θεὸν ε ἀδελφῷ Σαρμάτῃ ἀντιγεούχῳ Νεῖλος ὑμέτερος δοῦλος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.