no image
DDbDP-text
Christopher to Theodorus via HGV-meta
Linked by Trismegistos ID
TM 36849.
Each record below describes this same ancient text from a different angle.
τρίτην ταύτην ἐπιστολὴν ἔγραψα τῷ ἐμῷ ἀγαθῷ καὶ θεοφυλάκτῳ δεσπότῃ καὶ ἐξ ὧν μίαν μὲν διὰ τοῦ σταβλίτου τοῦ ἀποφέροντος αὐτῇ τὰ ζίζυφαδίδυφα, δευτέραν δὲ ὁμοίως μετὰ Ἄππα Κύρου τοῦ καθωσιωμένουκαθοσιωμένου, καὶ νῦν ταύτην, ὡς εἶπον, τρίτην χάριν τοῦ καρταλαμίουκαρδαλαμίου, ἵνα πέμψηταίπέμψητέ μοι, καὶ βάλλω αὐτὸ εἰς τὴν λν. παρακαλῶ τοίνυν τοῦτο στεῖλαί μοι διὰ τοῦ ἀποδίδοντοςἀποδίδουντος αὐτῇ τὰ εὐτελῆ μου γράμματα, ὅπως καὶ ἐν τούτῳ χάριτας αὐτῇ ὁμολογήσω. ταῦτα γράψας πλεῖστα προσκυνῶ καὶ ἀσπάζομαι τὰ ἴχνη τοῦ ἐμοῦ δεσπότου ἄχρι θέας, ἐξαιρέτως τὴν κοινὴνκοινην δέσποιναν. ἐξ ἐμοῦ δὲ Φαῦστον τὸν μεγαλοπρεπέστατον κοινὸν ἀδελφόν, καὶ πάντας τοὺς τοῦ εὐλογημένου ὑμῶν οἴκουοἴκω, ἀπὸ μικροῦ ἕως μεγάλου, ἄχρι θέας. οἰκείῳ μου ἀγαθῷ καὶ θεοφυλάκτῳ δεσπότῃ Θεοδώρῳ κόμετι μειζοτέρῳ Χριστόφορος ὑμέτερος δοῦλος καὶ ἀδελφός. ἀπόδος ἐν Ὀξυρρύγχῳ τῷ ἀγαθῷ Θεοδώρῳ τῷ μειζοτέρῳ τοῦ ἐνδόξου οἴκου Ἀπίωνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.