no image
DDbDP-text
Sale of Land and House - property via HGV-meta
Linked by Trismegistos ID
TM 31792.
Each record below describes this same ancient text from a different angle.
κώμῃ Σερύφει ον καὶ ὁλόκληρον περιστερεῶνα καὶ οἰκίαν καὶ αὐλὴν σὺν χρη στηρίοις καὶ ἀνήκουσι πᾶσι, ὧν ὅλων γείτονες νότου Τασωτᾶ , βορρᾶ διῶρυξ, ἀπηλιώτου δημοσία ῥύμη, λιβὸς ἑτέρων ψιλοὶ τό ποι, τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς τῶν προκειμένων πάντων ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς μυριάδαμυριάδαν μίαν δισχιλίαςδισχειλίας , αἵ εἰσιν ἀργυρίου τάλαντα δύο , αὐτόθι ἀπέσχον, καὶ ἐπερωτηθεὶς ὡμολόγησα ἠριθμῆ σθαι ἐμὲ παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους. κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐγγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομέ νοις τῶν προκειμένων ὑπαρχόντων καὶ οἰκοπέδων, καὶ χρᾶσθαι καὶ διοικεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, καὶ ἐξουσίαν ἔχειν ἑτέροις πωλεῖν, ἅπερ ἐπάναγκες παρέξομαί σοι βέβαια διὰ παν τὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει, καὶ καθαρὰ ἀπό τε γεωργίας βασιλι κῆςβασιλεικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κατο χῆς πάσης δημοσίας τε καὶ ἰδιωτικῆς, καὶ τὰ μὲν σιτικὰσειτικὰ καὶ ἀμπε λικὰ ἐδάφη ἀπὸ ἀπεργασίας καὶ ὑδροφυλακίας χωμάτων, ἔτι δὲ καὶ ἀπὸ τῶν ὑπὲρ αὐτῶν τελουμένων δημοσίων τελεσμάτων καὶ ἐπι κλασμῶν καὶ ἐπιμερισμῶν παντοίων τῶν ἕως ἐπαγομένων καὶ αὐ τῶν ἐπαγομένων τοῦ ἐνεστῶτος α ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ εἰσιόντος β ἔτους τού των πρόσφορα εἶναι σοῦ τοῦ ὠνουμένου, πρὸς ὃν καὶ εἶναι τὰ ἀπὸ τοῦ αὐ τοῦ εἰσιόντος β ἔτους τελέσματα παντοῖα, τὸν δὲ ἐπελευσόμενον ἢ ἐμποιησόμενον ἀποστήσειν παραχρῆμα τοῖς ἰδίοις ἀνηλώμασι καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις τρισσὴ γραφεῖσα, ἥνπερ ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείουκαταλογίου, οὐ προσδεόμενος μετα λήμψεως μου οὐδὲ ἑτέρας μου εὐδοκήσεως διὰ τὸ ἐντεῦθενSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.