no image
DDbDP-text
Kaufvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 219349.
Each record below describes this same ancient text from a different angle.
τὰς δὲ συμπεφωνημένας πρὸς ἀλλήλους ὑπὲρ τιμῆς τούτων τῶν ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμὰς ἑπτακοσίας αὐτόθι ἀπεσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους, διὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις ἅπερ καὶ παρέξομαί σοι βέβαια διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει καὶ καθαρὰ ἀπὸ ἀπογραφῆς πα σης καὶ ἀπὸ γεωργίας βασιλικῆς γῆς καὶ οὐσιακῆς καὶ ἀπὸ παντὸς εἴδουςἴδους καὶ ὀφειλῆς πάσης καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου τοῖς ἰδίοις ἀναλώμασιν καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσις δισσὴ γραφεῖσα, ἣν ὁπόταν αἱρῇ, ποιήσομαί σοι διὰ δημοσίου μηδὲν ἕτερον λαμβάνων παρὰ σοῦ, τῶν τελῶν καὶ γραμ ματικῶν ὄντων πρὸς ἐμέ . περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καλῶς γίνεσθαιγείνεσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.