no image
DDbDP-text
Sale of Land via APIS-papyrus
Linked by Trismegistos ID
TM 31554.
Each record below describes this same ancient text from a different angle.
ρη αυτν κρ αδος τη τῆς λαμπρᾶς ρα ὡς πρόκειται καρυ βουλευτοῦ Ταυρίνου χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον τὰς ὑπαρχούσας μοι περὶ ν Αὐρηλίας εθυθ σιτικὰς ἰδιωτικὰς ἀρούρας πέντε τῶν δὲ ὅλων γείτονες χρηστήρια ἀπηλιώτου καὶ λιβὸς πλ ου κλήρου πρὸς τῷ χώματι δημοσίῳ ἀποφέρεσθαι πάντα τὰ ἀπʼ αὐτῶν περιεσόμενα εἰς τὸ ἴδιον ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους τιμῆς καὶ παραχωρητικοῦ τῶν προκειμένων πέντε ἀρουρῶν τῶν συμπεφωνημένων πρὸς ἀλλήλους ἀργυρίου Σεβαστοῦ νομίσματος δραχμῶν μυριάδων δύο καὶ χιλίωνχειλίων αἵ εἰσι ἀργυρίου τάλαντα τρία καὶ δραχμαὶ τρισχιλίαι , ἅσπερ αὐτόθι ἀπεσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρὸς καὶ περὶ τοῦ ἠριθμῆσθαί με ἐξ ὁλοκλήρου ἐπερωτηθεῖσα ὑπὸ σοῦ ὡμολόγησα. κρατεῖν οὖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν πωλουμένων καὶ παραχωρουμένων σοι ὑπʼ ἐμοῦ ὡς πρόκειται πεντε ἀρουρῶν καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ ἀνεμποδίστως vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.