no image
DDbDP-text
Sale of House - property via HGV-meta
Linked by Trismegistos ID
TM 21979.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιοι καὶ Σαραπίων καὶ Ὧρος καὶ Κόλλουθος Τ λου μητρὸς ἀπὸ κώμης Παείμεως τοῦ Ὀξυρυγχείτου νομοῦ Αὐρηλίῳ Σερήνῳ τῷ καὶ Σαραπίωνι Ἀγαθείνου καὶ ὡς χρηματίζεις χαίρειν. ὁμολογοῦμεν πεπρακέναι σοι ἀπὸ τοῦ νῦν εἰς τὸν ἅπαντα χρόνον τὰ ὑπάρχοντα ἡμῖν ἐν τῇ αὐτῇ κώμῃ Παείμει ἐν τοῖς ἀνὰ μέσον μέρεσι τῆς κώμης οἰκίαν μονόστεγον καὶ ἀθύρωτον καὶ ἀθυρίδωτονωτον καὶ τοὺς περὶ αὐτὴν ψιλοὺςψειλοὺς τόπους σὺν χρηστηρίοις καὶ ἀνήκου σι καὶ συνκύρουσι πᾶσιπᾶσει, ὧν γείτονες νότου Φουλλίου καὶ Πασαλύμιος καὶ ἄλλων, βορρᾶ Ὥρου Πεττίριος, ἀπηλιώτου δημοσία ῥύμη, λιβὸς ἱερόν, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους τῆς προκειμένης οἰκίας καὶ ψιλῶνψειλῶν τόπων καὶ χρηστηρίων ἀργυ ρίου Σεβαστοῦ νομίσματος δραχμῶν τετρακισχιλίωντετρακισχειλίων πεντακοσίων , ἅσπερ αὐ τόθι ἀπέσχομεν παρὰ σοῦ ἐκ πλήρους διὰ χειρός, καὶ περὶ τοῦ ἠριθμῆσθαι ἡμᾶς ἐξ ὁλο κλήρου ἐπερωτηθέντες ὑπὸ σοῦ ὡμολογήσαμεν. διὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις τῶν πωλου μένων σοι ὑφʼ ἡμῶν ὡς πρόκειται οἰκίας καὶ ψιλῶνψειλῶν τόπων καὶ χρηστηρίων, καὶ ἐξουσίαν ἔχειν χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῇ, μηδεμιᾶς ἡμῖν μηδʼ ἄλλῳ μηδενὶ ὑπὲρ ἡμῶν ἐφόδου καταλειπομένης ἐπʼ αὐτὰ ἢ ἐπὶ μέ ρος αὐτῶν κατὰ μηδένα τρόπον, ἅπερ καὶ ἐπάναγκες παρέξομέν σοι βέβαια διὰ παντὸς ἀπὸ πάντων πάσῃ βεβαιώσει, καὶ καθαρὰ ἀπό τε ἀπογραφῆς ἀνδρῶν καὶ γεωργίας βασιλικῆς καὶ οὐσιακῆς γῆς καὶ παντὸς εἴδους καὶ ἀπὸ ὀφειλῆς καὶ κα τοχῆς παντοίας δημοσίας τε καὶ ἰδιωτικῆς καὶ πολιτικῆς καὶ γεουχικῆς καὶ ἀπὸ παντὸς οὑτινοσοῦν ἄλλου, καὶ πάντα τὸν καθʼ ὁνδηποτοῦν τρόπον ἐπελευσόμε νον ἢ ἐμποιησόμενον ἀφιστάνειν παραχρῆμα τοῖς ἰδίοις ἀνηλώμασι καθάπερ ἐκ δίκης. κυρία ἡ πρᾶσιςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.