no image
DDbDP-text
Letter of Apia to Serapias via HGV-meta
Linked by Trismegistos ID
TM 31787.
Each record below describes this same ancient text from a different angle.
Ἀπία Σεραπιάδι τῇ κυρίᾳ μητρὶ χαίρειν. πολλά σε ἀσπάζομαι, κυρία, εὐχο μένη σοι τὰ κάλλιστα. κόμισαι, κυρία, παρὰ τῆς ἠπητρίας τὰ κρόκινα ὀθονίδιαὀθονείδια τῆς θυγατρός σου, χιτῶνα καὶ ἡρα τιανόνηραχιανον, καὶ Ἡρακλάμμωνι χιτῶνα. νομίζωομιζω δὲ ὅτι ἐπιγνώσει ποῖά ἐστιν τὰ τῆς θυγατρός σου. αὐτὰ γὰρ εἰς ἀμφότερα εἵλιξαλιξα. ἡ ἠπήτρια μεταδώσει σοι διὰ λόγων ὅσα αὐτῇ εἶπον. λίανλείαν γὰρ ὀψέὀψαί σοι ταῦτα ἔγραψα. Ἄγαθος δὲ τῇ ἐνά τῃ τάχα πρὸς σὲ γείνεται ἐνέγ και σοί τινα πρὸς τὴν ἑορτήν. ὥσ τε, κυρία, μὴμ μετεωρίζου, κα λῶς διάγομεν. ΣερῆνοςΣερῆνως ὁ υἱός σου πολλά σε ἀσπάζεταιασπαζειαι, καὶ Λούκις καὶ Τεχῶσις καὶ τὰ παιδία καὶ Τααμόιςτααμ καὶ οἱ ἡμῶν πάντες. τοὺς ἡμῶν ἀσπάζομαι. Λουκάμ μωνα τὸν ἀδελφὸν πολλὰ ἀσ πάζομαι, οὗ δέομαι γράψαι ἡμῖνἡμεῖν εἰἠ ἐκομίσατο τὸν χιτῶ να αὐτοῦ παρὰ τοῦ Λεύκου, ἐπεὶ Βηρύλλος ἐπελάθετο αὐτὸν ἆραι. Ἀλέξανδροναλεξανδρος καὶ Κυριλλοῦν πολ λὰ ἀσπάζομαι. ἐρρῶσθαί σε εὔχομαι. Σεραπιάδι μητρὶ παρὰ Ἀπίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.