no image
DDbDP-text
Cession of Land via HGV-meta
Linked by Trismegistos ID
TM 21947.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Σερῆνος ὁ καὶ Σαραπίων Ἀγαθείνου μητρὸς Ταποσειριάδος ἀπʼ Ὀξυρύγχων πόλεως Αὐρηλίῳ Πανεσνεῖ Πτόλλιδος μητρὸς Ἀν ς ἀπὸ κώμης Σερύφεως χαίρειν. ὁμολογῶ παρακεχωρηκέναι ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον ἀπὸ τοῦ ὑπάρξαντός μοι ἀγορα στικῷ δικαίῳ περὶ τὴν αὐτὴν Σερῦφιν ἐκ τοῦ ς κλήρου διμοίρου μέρους σιτικῆςσειτικῆς ἀρούρης μιᾶς ἐν θρύοις μεθʼ ὃ ἀπεδόμην υἱοῖς Αὐρηλίου Σωτίωνος γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως καὶ ημι Στεφάνου γυμνασιαρχήσαντος τῆς αὐτῆς πόλεως τρίτον μέρος τὸ λοιπὸν τρίτον μέρος πρότερον Κατιλλιανοῦ τοῦ καὶ Οὐάρου, ἧς ὅλης γείτονες νότου , βορρᾶ γύης, ἀπηλιώτου ἑτέρων ἰδιωτική, λιβὸς σοῦ τοῦ παραχωρουμένου, τὰς δὲ συμπεφω νημένας πρὸς ἀλλήλους ὑπὲρ παραχωρητικοῦ τοῦ αὐτοῦ μέρους τρίτου ἀργυρίου Σεβαστοῦ νομίσ ματος δραχμὰς τετρακοσίας αὐτόθι ἀπέσχον παρὰ σοῦ παραχρῆμα διὰ χειρός, καὶ ἐπάναγκεςἐπαγκες παρέξομαί σοι καὶ ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μετα λημψομένοις τὸ τῆς ἀρούρης τρίτον βέβαιον ἀπὸ τοῦ ἐμοῦ ὀνόματος καὶ ἀπὸ παντὸς τοῦ ἐξ ὀ νόματός μου ἐπελευσομένου σοι, ἀρκουμένου σουσοι τῇ εἴς με ἀπὸ τοῦ προτεταγμένου μου προκτήτο ρος μου Κατιλλιανοῦ τοῦ καὶ Οὐάρου τοῦ αὐτοῦ ἀρού ρης τρίτου βεβαιώσει, ὅπερ καὶ παρέξομαί σοι ἀπὸ τῶν ὑπὲρ αὐτοῦ τελουμένων δημοσίων καὶ ἐπιμερισμῶν παντοίων τῶν μέχρι τοῦ διελθόντος ϛ ἔτους καὶ αὐτοῦ τοῦ διελθόντος ϛ ἔτους διὰ τὸ τὰ ἀπὸ τοῦ ἐνεστῶτος α ἔτους τούτου πρόσφορα εἶναι σοῦ τοῦ παραχωρουμένου, πρὸς ὃν καὶ εἶναι τὰ ἀπὸ τοῦ αὐτοῦ α ἔτους δημόσια παντοῖα. κυρία ἡ παραχώρησις δισσὴ γραφεῖσα, ἣν ὁπηνίκα ἐὰν αἱρῇ δημοσιώσεις διὰ τοῦ καταλογείου, οὐ προσδεόμενος μεταλήμψεως μου διὰ τὸ ἐν τεῦθεν εὐδοκεῖν με τῇ ἐσομένῃ ὑπὸ σοῦ δημοσιώσει, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καλῶς γενέσθαι ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Δεκίου Τραιανοῦ Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Χοίακ α. Αὐρήλιος Πανεσνεὺς Πτόλλιδος ἔσχον τὴν κα ταγραφὴν ὡς πρόκειται, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Θέων ὁ καὶ Ἀσκληπιά δης ἐπικαλούμενος Ζωίλος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.