no image
DDbDP-text
Paulos an Nepheros, Kolobos und Protos via HGV-meta
Linked by Trismegistos ID
TM 33562.
Each record below describes this same ancient text from a different angle.
κυρί οις μου τῆς ψυχῆς Παῦλος ἐν κυρίῳ χαίρειν. χάριν ὁμολογῶ τῇ θείᾳ προνοίᾳ, ὅτι με τὸν ἐλάχιστον κατηξιώσατε ὑπουργῆσαι ὑμῖν. ἠγόρασα τοίνυν τὸ ἔλαιον καὶ ὁμοῦ εἰς ἀγγεῖονἀγγῖον ἐμέτρη σα ξέστας εἴκοσι , ἑκάστου ξέστου ἐξ ἀργυρῶν ἑκατὸν τριῶν ἡμίσους . παρακαλῶ τοιγαροῦν, μνημονεύσατέ μου ἐν ταῖς εὐχαῖς ὑμῶν καὶ τῶν παιδίων μου, καὶ κελεύετέκελεύεταί μοι χάριν ὁμολογοῦντι τῇ προνοίᾳ, ὅτι με καταξιοῦτεκαταξιοῦται λόγου τῆς θεοσεβείαςθεοσεβίας ὑμῶν. ἐρρῶσθαιἐρρῶσθε ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις εὐδοκιμοῦντας ἐν θεῷ ἀγαπητοὶ ἀδελφοί. δεσπόταις μου καὶ πατράσι Νεφερῷ καὶ Κολοβῷ καὶ Πρώτῳ ΠαῦλοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.