no image
DDbDP-text
Paulos und Tapiam an Nepheros. Ophellios und die Mitbrüder des Klosters Hathor via HGV-meta
Linked by Trismegistos ID
TM 33555.
Each record below describes this same ancient text from a different angle.
Ὀφελλίῳ καὶ τοῖς λοιποῖς ἀγαπητοῖς ἀδελφοῖς Παῦλος καὶ Ταπιὰμ ἐν κυρίῳ χαίρειν. προηγουμένως εὐχόμεθα νυκτὸς καὶ ἡμέρας ὑγιαίνουσι ὑμῖν ψυχῇ καὶ σώματι τὰ παρʼ ἡμῶν γράμματα ἀποδοθῆναι, ἔπειτα καὶ νῦν ὑπομνῆσαι ὑμῶν τὴν φιλαν θρωπίαν ὅπως ἐν ταῖς εὐχαῖς ὑμῶν μνημονεύσητεμνημονεύσηται ὀνομάσαι ἡμᾶς διὰ τὴν ξενιτείανξενειτίαν ἡμῶν καὶ τὰτων παιδίαπαιδιων ἡμῶν. ἐγὼ γὰρ ἡ Ταπιὰμ ἐνόσησα καὶ ἔτι ἀνάκειμαι. παρα καλοῦμεν οὖν, εὔξασθεεὔξασθαι ὑπὲρ τῆς ὁλοκληρίας ἡμῶν· καὶ γὰρ πρὸ τούτου τὰ παιδία ἡμῶν ἐνόσησαν καὶ διὰ τὰς εὐχὰς ὑμῶν ἐπαύσαντο. πιστεύο μεν γὰρ ὅτι ὁ κύριος ὑμῶν δικαίων ὄντων ἀκούσεται. καὶ ἡμεῖς γὰρ ἐν τῇ οἰκίᾳ ἑαυτῶν τὸ τέλος σχεῖν εὐχόμεθα καὶ ἔγγιστα τῶν ἰδίων ἀπαλλαγῆναι τῆς ταλαιπωρίας τοῦ κόσμου θέλομεν, εἴπερ καταξιοῖ ἡμᾶς ὁ δεσπότης σωθῆναι ἐν τῇ ξενιτείᾳξενειτίᾳ ἡμῶν. σὺ δέ, κύριε ἄδελφε Νεφερώ, ὀλίγαὀλείγα ἡμῖν ψωμία ἀπὸ τοῦ σίτου οὗτοῦ χρεωστεῖ Παπνοῦθις ποίησον καὶ ἀπόστειλον ἡμῖν ἵνα εὕρω μετὰ τῶν παιδίων μου· θέλω γὰρ σὺν θεῷ ἀνελθεῖν πρὸς ὑμᾶς καὶ ἐν τῷ πλοίῳ ἔχειν. ἀσπαζόμεθα τοὺς ἀγαπητοὺς ἀδελφοὺς πάντας κατʼ ὄνομα καὶ τὰς παρθένους τοῦ θεοῦ καὶ τὸν πατέρα ἡμῶν Ὡρίωνα καὶ τὴν μητέρα Τιενὸρ καὶ Πῖναν καὶ τοὺς λοιποὺς ἀδελφοὺς ἡμῶν πάντας κατʼ ὄνομα, ἐρρωμένους ὑμᾶς διὰ παντὸς ψυχῇ καὶ σώματι ἡ θεία πρόνοια φυλάττοι. κυρίοις μου ἀγαπητοῖς ἀδελφοῖς Νεφερῷ καὶ Ὀφελλίῳ καὶ τοῖς λοιποῖς ΠαῦλοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.