no image
DDbDP-text
Horion an Nepheros via HGV-meta
Linked by Trismegistos ID
TM 33563.
Each record below describes this same ancient text from a different angle.
τῷ δεσπότῃ μου πατρὶ Νεφερῶτι Ὡρίων ἐν κυρίῳ θεῷ χαίρειν. προηγουμένως εὔχομαι τῷ παντο κράτορι θεῷ περὶ τῆς ὁλοκληρίας σου ὅπως ὑγιαίνοντί σοι καὶ εὐθυμοῦντι ἀποδοθείη ταῦτά μου τὰ γράμματα. γιγνώσκω οὖν, δέσποτά μου πάτερ, ὅτι με τὰ τὸν δεσπότην θεὸν αἱ προσευχαίπροσευχέ σου ὑγιαίνοντά με ἤνεγκαν καὶ πάλιν θαρρῶ τῷ δεσπότῃ θεῷ διὰ τῶν ὑμῶν προσευχῶν εἰς τέλος ἀποκατασταθῆναιαποκαταστησαι ἡμᾶς εἰς τοὺς οἴκους ἡμῶν· γιγνώσκω γὰρ ὅτι ὅσον ἐν μνήμῃ με ἔχεις ἐν ταῖς προσευχαῖςπροσευχε͂ς σου οὐκ ἐνκαταλείπει με ὁ δεσπότης θεός. καὶ ἐάν ἐσμενἠσμεν ἐν ταῦθα μὴ ὀκνήσῃς γράψαι μοι περὶ ὧν χρείανχρίαν ἔχεις· ἡδέως γὰρ ἔχω ἐάν μοι κελεύσῃς εἰς ὃ ἂνδὰν θέλῃς· μετὰ γὰρ τὸν θεὸν σὲ ἔχω βοηθὸν καὶ πατέρα. ἀσπάζομαι τὸν κύριόν μου ἀδελφὸν Ὀφφέλλιον καὶ τὴν μητέραμητέραν μου Τινὸρ καὶ τὴν ἀδελφὴν ἡμῶν Πῖναν τῷ δεσπότῃ μου πατρὶ Νεφερῶτι ὩρίωνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.