no image
DDbDP-text
Paulos an Nepheros via HGV-meta
Linked by Trismegistos ID
TM 33559.
Each record below describes this same ancient text from a different angle.
τῷ τιμιωτάτῳ ἀγαπητῷ Νεφερῷ Παῦλος. καὶ διὰ τῶν ἀδελφῶν ἡμῶν Ἀσ πιδᾶ καὶ Παύλου ἔγραψαπρὸς τὴν σὴν θεοσέβειανθεοσέβιαν, ἵνα εἰ δοκεῖ σοι, τὸν σῖτον, ὃν χρεωσ τεῖ ἡμῖν Παπνοῦθις Ὡρίωνος, λα βὼν ἀρτάβας μὲν τρεῖς ἐν ψωμίοις διαδῷς τοῖς δεομένοις, τὰς δὲ λοιπὰς δεκατρεῖς ἔχων παρὰ σεαυτῷ κατὰ τρεῖς ἡμῖν ἀποστείλῃς ἐν ψωμίοις· διὰ τάχους δέ, εἰ δυνατόν, ψαθίον ἡμῖν μεσ τὸνμεστην ἀπόστειλονἀπόστιλον. καὶ εἰ καταξιοῖς ἡμῖν ἀν τιγράψαι, μνήσθητι δηλῶσαι ἡμῖν, εἰ ὑπεδέξω τὸ ἐλάδιον, ὃ ἀπεστείλαμενἀπεστιλαμεναποεστίλαμεν διὰ Ταῆσε τῆς ἀδελφῆς ἡμῶν εἰς σὴν ὑπηρεσίαν. καὶ περὶ ὧν χρεία σοί ἐστιν ἐν τῇ Ἀλεξανδρείᾳ, μὴ ὄκνει γράφειν. μετάδος δὲ Πρώτῳ περὶ τοῦ σιδήρου, περὶ οὗ μοιπερὶ οὗ μοι ἔγραψεν, ὅτι τέως τὸ εἶδος οὐκ ἔ στινστιν ἐν Ἀλεξανδρείᾳ. προσαγορεύομεν πάντας τοὺς σὺν σοὶ ἀδελφούς, μεθʼ ὧν σε ἀξιοῦμεν καὶ ἡμῶν ἐν ταῖς εὐχαῖς ὑμῶν μνημονεύειν. ἐρρωμένον σε ψυχῇ καὶ σώματι ὁ τῶν ὅλων δεσπότης φυλάττοι. τῷ τιμιωτάτῳ ἀγαπητῷ Νεφερῷ Παῦλος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.