no image
DDbDP-text
Paulos an Nepheros via HGV-meta
Linked by Trismegistos ID
TM 33558.
Each record below describes this same ancient text from a different angle.
τῷ τιμιωτάτῳτειμιωτάτῳ ἀγαπητῷ Νεφερῷ Παῦλος ἐν θεῷ χαίρειν. προηγουμένως εὔχομαι νυκτὸς καὶ ἡμέρας καταξιοῦσθαι ὑπὸ τῆς σῆς θεοσεβείαςθεοσεβίας καὶ κελεύεσθαι ἐν οἷς ἂνδὰν βούλοιτο ἡ σὴ φιλανθρωπία ἐπὶ τῆς Ἀλεξανδρείας γινώσκωνινωσκων κέρδος εἶναί μοι ψυχῆς τὸ μνημονεύ εσθαι ἐν ταῖς σαῖς εὐχαῖς τῆς σῆς εἰς θεὸν ἐλπίδος. ὅθεν παρακα λῶ, ἵνα μου μνημονεύσῃς ἐν ταῖς εὐχαῖς καὶ τῶν παιδίων μου διὰ τὴν ξενιτείανξενιτίαν ἡμῶν, ἵνα ἡμῖν ὁ θεὸς τὸ τέλος ἐν τοῖς ἰδίοις χαρίσηται. κατηξίω σας δὲ κελεῦσαί μοι τὰ τρία δεσμίδια λαβόντα διοικῆσαι καὶ εἰς χρείανχρίαν σου ἔλαιον ἀποστεῖλαι. ἐπράθησαν οὖν ἐκ μυριάδων δεκατεσσάρων . ἠγοράσθη δὲ τὸ ἀγγεῖονἀγγῖον τοῦ ἐλαίου μυριάδων ἑξήκοντα . σὺν θεῷ δὲ ἐάν μοι ἐνεχθῇ ἀποστέλλωαποστειλω πάλιν· ἐγὼ γὰρ χάριν λαμβάνω, ὅτε καταξιοῖς παρʼ ἐμοῦ δέξασθαι ὁδήποτε. ἀξιῶ δέ, ἵνα, εἰ ἀβαρές ἐστιν, τὰς δεκαὲξ ἀρτάβας τοῦ σίτου λαβὼν παρὰ Παπνουτίου Ὡρίωνος ψωμία ποιήσῃς ε σὺν θεῷ δέ, ἐὰν ψωμία γένηται, πέμψον ἡμῖν ψίαθον μεστήν. ἐρρῶσθαί σε εὔχομαι, ἄνθρωπε θεοῦ. τῷ δεσπότῃ μου ἀγαπητῳ Νεφερῷ Παῦλος. ἐάν τις τῶν πρόβατα ἐχόντων δέρματα προβάτων παρʼ ὑμῖνἡμῖν δυνηθῇ εὑρεῖν, τριῶντρια ἢ τεσσάρωντεσσαρα χρείανχρίαν ἔχω.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.