no image
DDbDP-text
Loan of money via HGV-meta
Linked by Trismegistos ID
TM 22629.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Σοῦρις Πετεχῶντος μητρὸς Τβήκιος ἀπὸ κώμης Κύσεως τῆς Ἱβιτῶν πόλεως ὡς ἐτῶν μη οὐλὴ ἐπὶ τοῦ ἀριστεροῦ ποδὸς Αὐρηλίῳ Ψεν τϕθοῦτι Πετενεϕώτου μητρὸς Ὀσερίνιος ἐξωπυλίτῃ Διοσπόλεως καταμένοντι ἐν νεκρίᾳπεκρίᾳ Πτύτεως χαίρειν. ὁμολογῶ ἠριθμῆσθαι παρὰ σοῦ εἰς ἰδίαν μου χρείαν ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα δύο, γίνονται τάλαντα β, ἅπερ σοι ἀπο δώσω σὺν τοῖς ἐπισυναχθεῖσι τόκοις ἄχρι ἀποδόσεως, εἰ δὲ μὴ ἀποδῶ, ἐξέσται σοι χρήσασθαι κατὰ παντοίας μου εὐπορίαςεὐπορείας. τὸ γράμμα κύριον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Διοκλητιανοῦ πατρὸς Αὐγούστων τὸ ι καὶ Γαλερίου Οὐαλερίου Μαξιμιανοῦ Αὐγούστου τὸ ζ τῇ πρὸ ιβ καλανδῶν Μαρτίων. Αὐρήλιος Σοῦρις ὁ προκείμενος ἔσχον τὰ προκείμενα τάλαντα δύο καὶ ἀποδώσω σὺν τόκοις ὡς πρόκειται. Αὐρήλιος Φιλήμων Ἀγαθοῦ Δαίμονος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. παρὰ ΨεντϕοῦτοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.