no image
DDbDP-text
Sale of Nekrotaphic Rights via HGV-meta
Linked by Trismegistos ID
TM 22922.
Each record below describes this same ancient text from a different angle.
Ψεννῆσις Ὥρου υἱοῦ Σεναμούνιος μητρὸς Κλαυδίας νεκροτάϕος ἀπὸ Κύσεως Πολυ δεύκῃ ἐπικεκλημένῳ Μέρσι ἀπελευθέρῳ Πετεχῶντος καὶ Πετοσίριος ἀμφοτέρων Πετε χῶντος νεκροτάφῳ ἀπὸ Ἵβεως χαίρειν. ὁμολογῶ παρακεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν μέχρι παντὸς μέρος ἥμισυ ὑπηρεσίας καὶ κηδείας νεκροταφικῆς ἀνθρώπων μελλόντων τελευτᾶν ἐν κώμῃ Πμουνήσει τῆς Κύσεως καὶ ἐν τοῖς αὐτοῖς κτήμασι κατοικεῖν, ὧν ἀνθρώπων περὶ αὐτῆς σοι ἀποδίδομεν καὶ ὑπὲρ τῆς ὑπηρεσίας αὐτῆς ἀπολαβεῖν σε κατηντηκυίης εἰς ἐμὲ ἀπὸ κληρονομίας Ὥρου πατρός μου τιμῆς ἧς ἔσχον παρὰ σοῦ σή μερον διὰ χειρὸς ἐκ πλήρους ἀργυρίου δραχμῶν τριακοσίων, γίνονται δραχμαὶ τ. ἐφ’ οἷς εὐδοκῶ καὶ πέ πεισμαιπέπισμαι καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου καὶ ὁπόταν θέλῃς ἀνοίσω σοι διὰ δημοσίου χρηματισμοῦ τήνδε τὴν πρᾶσιν ἁπλῆν γραϕεῖσαν. κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακεχωρισμένη, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπειφ δ. Αὐρήλιος Ψεναμοῦνις ὁ καὶ Ἄμμων παρανέγνων. Ψεννῆσις Ὥρου ὁ προκείμενοςπροκίμενος πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν ὡς πρόκειταιπρόκιται. ἔγραψα ὑπὲρ αὐτοῦ Αὐρήλιος Βασιλείδης ὁ καὶ Σαραπιόδωρος ἐρωτηθεὶς ὁ καὶ τὸ σῶμα γράψας. Αὐρήλιος Ἀπίων Σαραπίωνος μαρτυρῶ. Αὐρήλιος Διονυσίδης μαρτυρῶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.