no image
DDbDP-text
Αὐρηλία μητρὸς Φιλουμένης μετὰ κυρίου Ψεναμούνιος νεκροτάϕισσα ἀπὸ Κύσεως Τμάρσι καὶ ἀπὸ τῆς αὐτῆς χαίρειν. ὁμολογῶ χαρίζεσθαι ὑμῖν χάριτι ἀναϕαιρέτῳ εὐνοίας χάριν καὶ ϕιλοστοργίας ἀπὸ τοῦ νῦν μέχρι παντὸς ἐξ ἴσου μέρος τέταρτον κηδείας νεκροταϕικῆς παρὰ Αὐρηλίου ανοῦ Πετεχῶντος νεκρο τάϕου καὶ μὴ ἐξεῖναί μοι μηδὲ ἄλλῳ τινὶ τῶν ἐμῶν ὑπὲρ ἐμοῦ μετελθεῖν ὑμᾶς περὶ τῆσδε τῆς ἀμετανο ήτου χάριτος διὰ τὸ οὕτως μοι δεδόχθαι. ἡ χάρις κυρία ἥτις δισσὴ γραϕεῖσα ἔστω βεβαία ὡς ἐν δημοσίῳ κατακεχωρισμένη καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. ἔτους Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιϕανεστάτου Καίσαρος Σεβαστῶν Μεχειρ κζ Αὐρηλία ἡ προκειμένη μετὰ κυρίου Ψεναμούνιος τέθειμαι τὴν προκειμένην χάριτα ἐϕ’ αἷς περιέχει πάσαις. ἔγραψα ὑπὲρ αὐτῆς Αὐρήλιος ἐρωτηθεὶς καὶηαι παρανέγνων αὐτῇ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.