no image
DDbDP-text
Deed of Divorce via HGV-meta
Linked by Trismegistos ID
TM 22632.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Σοῦλις νεκροτάϕος ἀπὸ τοπαρχίας Κύσεως ΣενψάιτιΣενψάις θυγατρίθυγατρὸς Ψάιτος ἐκ μητρὸς ΤεοῦτοςΤεοῦς νεκροταϕίσσᾳ ἀπὸ τῆς αὐτῆς χαίρειν. ἐπείἐπὶ ἔκ τινος πονηροῦ δαίμο νος συνέβη αὐτοὺς ἀπεζεῦχθαι ἀλλήλων τὴν κοι νὴν αὐτῶν συμβίωσινσυνβίωσιν, ἐντεῦθεν ὁμολογῶ ὁ μὲν ὁ προκείμενος Σοῦλ πεπληρωμένος πάν των τῶν παραδοθέντων αὐτῇ παρ’ ἐμοῦ οἱῳδή ποτε τρόπῳ εἰδῶν ἀποπέμπεσθαι αὐτὴν καὶ μη κέτι μετελεύσεσθαι μήτεμηδε περὶ συμβιώσεως μή τε περὶ ἕδνουεθνου ἀλλ’ ἐξεῖναι αὐτῇ ἀποστῆναι καὶ γαμηθῆναι ᾧ ἐὰν βουληθῇ· ἡ δὲ προκειμένη Σεν ψάις πεπληρῶσθαι παρ’ αὐτοῦ τοῦ προκειμένου Σοῦλ πάντων τῶν ἐπιδοθέντων αὐτῷ εἰς λό γον προικὸς, ἅμα δὲ ἁπλῶς πάντων, παρ’ αὐτῆς σκευῶν καὶ ἄλλῳ οἱῳδήποτε τρόπῳ καὶ μὴ μετελεύσεσθαι ἀλλήλους ἐντεῦ θεν περὶ μηδενὸς ἁπαξαπλῶς ἐγγράϕου ἀγράϕου παντὸς πράγματος τὸ σύνολον διὰ τὸ τελείαν εἶναι τὴν ἀποζυγήν. ἡ ἀποζυγὴ αὕτη δισσὴ γραϕεῖσα ἐϕ’ ὑπογραϕῆς κυρία ἔστω καὶ βεβαία ὡς ἐν δημοσίῳ κατακει μένη καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ιδ καὶ ἔτους β τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ ΣεβαστῶνSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.